Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μετάνοιαν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ': Η αξία της ελεημοσύνης, η προσευχή και τα δάκρυα ως οδοί μετανοίας

Η ανάδειξη της ελεημοσύνης ως τέταρτης οδού μετανοίας, μέσα από την παραβολή των δέκα παρθένων, και η σημασία της αδιάλειπτης προσευχής και των δακρύων στην πνευματική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 9

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους. Ὁμιλία γʹ. αʹ. Ἆρα οἴδατε, πόθεν ἡμῖν ὁ λόγος πρώην ἤρξατο, ἢ ποῦ κατέλυσεν, ἢ ἐκ ποίας ὑποθέσεως εἰς ποίαν ἔληξε τὰ τῆς προτέρας ὁμιλίας ῥήματα; Ἀλλ᾽ ὑμᾶς μὲν νομίζω ἐπιλελῆσθαι ποῦ ἡμῖν ὁ λόγος κατέπαυσεν· ἐγὼ δὲ οἶδα, καὶ οὐκ αἰτιῶμαι ὑμᾶς ἐν τούτῳ οὐδὲ κατηγορῶ.

Ἕκαστος γὰρ ὑμῶν γυναῖκα ἔχει, καὶ παίδων ἀντέχεται, καὶ τῶν περὶ τὸν οἶκον φροντίζει πάντων· οἱ μὲν καὶ ἐν στρατείαις ἀσχολοῦνται, ἄλλοι δὲ χειροτέχναι εἰσί· καὶ εἰς διαφόρους χρείας ἕκαστος ὑμῶν ἀσχολεῖται.

Ἡμεῖς δὲ ἐν τούτοις στρεφόμεθα, καὶ ἐν τούτοις μελετῶμεν, καὶ ἐν τούτοις τὸν χρόνον ἡμῶν διατρίβομεν· ὥστε οὐ μεμπτέοι ἐστὲ ἐν τούτῳ, ἀλλ᾽ ἐπαινετέοι ἐν τῇ σπουδῇ, ὅτι οὐδὲ μίαν ἡμᾶς Κυριακὴν καταλιμπάνετε, ἀλλὰ πάντων καταφρονοῦντες εἰς ἐκκλησίαν ἀπαντᾶτε.

Τοῦτο γὰρ μέγιστον ἐγκώμιόν ἐστι τῆς ἡμετέρας πόλεως, οὐ τὸ θορύβους ἔχειν καὶ προάστεια, οὐδὲ χρυσορόφους οἴκους καὶ τρικλίνους, ἀλλὰ τὸ ἔχειν δῆμον σπουδαῖον καὶ διεγηγερμένον. Οὐ γὰρ ἐκ τῶν φύλλων τὴν εὐγένειαν τοῦ δένδρου, ἀλλ᾽ ἐκ τῶν καρπῶν ἐπιγινώσκομεν.

Διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζώων προτετιμήμεθα ἐν τῷ λόγον ἔχειν, καὶ λόγου μεταλαμβάνειν, καὶ λόγου ἐρᾷν· ἄνθρωπος γὰρ μὴ ἐρῶν λόγου, πολὺ ἀλογώτερος τῶν κτηνῶν ἐστι, μὴ εἰδὼς διὰ τί ἐτιμήθη, καὶ πόθεν ἔχει τὴν τιμήν. Καὶ καλῶς ἔλεγεν ὁ προφήτης· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἄνθρωπος λογικὸς ὢν, λόγου οὐκ ἐρᾷς; εἰπέ μοι, καὶ ποίαν ἕξεις συγγνώμην;

Ὥστε ὑμεῖς ἐμοὶ πάντων ἀναγκαιότεροι οἱ πρὸς τὸν λόγον τῆς ἀρετῆς ἀναπτερούμενοι, καὶ πάντα τῶν θείων λόγων δεύτερα τιθέντες. Φέρε οὖν καὶ ἡμεῖς τῆς ὑποθέσεως ἁψώμεθα, καὶ τῶν πρώην ῥηθέντων τὰ ἀκόλουθα εἴπωμεν· χρεωστῶ γὰρ ὑμῖν, καὶ ἡδέως καταβάλλω τὸ χρέος· οὐ γὰρ πενίαν μοι φέρει, ἀλλὰ πλοῦτον συνάγει. Ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ χρεῶσται φεύγουσι τοὺς δανειστὰς πρὸς τὸ μὴ ἀποδοῦναι, ἐγὼ δὲ καταδιώκω εἰς τὸ ἀποδοῦναι, καὶ μάλα γε εἰκότως· ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων ἡ ἀπόδοσις πενίαν ἐργάζεται, ἐπὶ δὲ τοῦ λόγου ἡ ἀπόδοσις πλοῦτον γεννᾷ. Οἷόν τι λέγω· χρήματα χρεωστῶ τινι· ταῦτα ἐὰν καταβάλω, οὐ δύναται καὶ παρ᾽ ἐκείνῳ εἶναι καὶ παρ᾽ ἐμοὶ, ἀλλ᾽ ἀπ᾽ ἐμοῦ μὲν ἀνεχώρησεν, ἐκείνῳ δὲ ἐκολλήθη· λόγον δὲ ἐὰν καταβάλω, καὶ μετ᾽ ἐμοῦ ἐστι, καὶ πάντες αὐτὸν ἔχετε· ἐὰν κατάσχω τὸν λόγον καὶ μὴ μεταδῶ, τότε πένης εἰμὶ, ὅταν δὲ καταβάλω, τότε εὐπορώτερος γίνομαι· ἐὰν μὴ καταβάλω τὸν λόγον, τότε μόνος πλουτῶ, ἐὰν δὲ καταβάλω, μετὰ πάντων ὑμῶν τὸν καρπὸν ἀποφέρομαι.

Φέρε οὖν ἀποδῶμεν τὸ χρέος· τί δὲ ἦν τοῦτο; Περὶ μετανοίας τὸν λόγον ἐγυμνάζομεν πρώην καὶ ἐλέγομεν, ὅτι πολλαὶ καὶ ποικίλαι ὁδοὶ τῆς μετανοίας, ἵνα εὔκολος ἡμῖν γένηται ἡ σωτηρία. Εἰ γὰρ μίαν ἡμῖν ἔδωκεν ὁδὸν ὁ Θεὸς μετανοίας, ἀνεβαλόμεθα ἂν λέγοντες· Οὐ δυνάμεθα ταύτην μετελθεῖν, σωθῆναι οὐ δυνάμεθα· νῦν δὲ ἐκκόπτων σου τὴν πρόφασιν ταύτην, οὐ μίαν σοι δέδωκε μόνον ὁδὸν, οὐδὲ δευτέραν, οὐδὲ τρίτην, ἀλλὰ πολλὰς καὶ διαφόρους, ἵνα τῷ πλήθει εὔκολόν σοι ποιήσῃ τὴν ἀνάβασιν τὴν εἰς τὸν οὐρανόν. Καὶ ἐλέγομεν ὅτι εὔκολος ἡ μετάνοια, καὶ οὐδὲν βάρος ἐν αὐτῇ.

Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ ὅτι ἡμάρτηκα, καὶ ἔλυσας τὴν ἁμαρτίαν. Καὶ γὰρ καὶ τὸν Δαυῒδ παρηγάγομεν εἰς μέσον ἁμαρτήσαντα, καὶ λύσαντα τὴν ἁμαρτίαν· εἶτα δευτέραν ὁδὸν ὑπεθέμεθα, τὸ πενθῆσαι ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἐλέγομεν, ποῖος κάματος οὗτος; οὐκ ἔνι χρήματα καταβαλεῖν, οὐδὲ πολλὴν ὁδὸν πεζεῦσαι, οὔτε τι ἄλλο τοιοῦτον, ἀλλὰ πενθῆσαι μόνον ἐπὶ τῇ ἁμαρτίᾳ· καὶ παρηγάγομεν ἀπὸ τῆς Γραφῆς τοῦτο, ὅτι ὁ Θεὸς μετεμελήθη ἐπὶ τοῦ Ἀχαὰβ, διὰ τὸ πενθῆσαι αὐτὸν καὶ σκυθρωπάσαι· καὶ τοῦτο αὐτὸς ἔλεγε τῷ Ἠλίᾳ· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ ἐνώπιόν μου πενθῶν, καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὸν θυμόν μου. Εἶτα καὶ τρίτην ὁδὸν ἐδιδόαμεν μετανοίας, καὶ παρηγάγομεν ἐκ τῆς Γραφῆς εἰς τὸ μέσον τὸν Φαρισαῖον καὶ τὸν τελώνην, ὅτι ὁ μὲν Φαρισαῖος ὑπερηφάνως ἀλαζονευόμενος, τῆς δικαιοσύνης ἐξέπεσεν· ὁ δὲ τελώνης ταπεινοφρονήσας, ἔγκαρπος δικαιοσύνης κατῆλθε, καὶ οὔτε ἕνα κάματον ἀναλώσας δίκαιος ἐγένετο· ῥήματα ἔβαλε, καὶ πράγματα ἔλαβε. Φέρε οὖν ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν, καὶ τετάρτην ὁδὸν μετανοίας προάξωμεν· ποίαν δὲ ταύτην; Λέγω δὴ τὴν ἐλεημοσύνην τὴν βασιλίδα τῶν ἀρετῶν, τὴν ταχέως ἀνάγουσαν εἰς τὰς ἁψῖδας τῶν οὐρανῶν τοὺς ἀνθρώπους, τὴν συνήγορον τὴν ἀρίστην. Μέγα πρᾶγμα ἐλεημοσύνη· διὰ τοῦτο καὶ Σολομὼν ἐβόα· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων.

Μεγάλα τὰ πτερὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, ὑπερβαίνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἁψῖδας τῶν οὐρανῶν. Ἀλλ᾽ οὔτ᾽ ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν παρέρχεται, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρατρέχει, καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων, καὶ τὰς ἀνωτέρας πάσας δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς τοῦτο λεγούσης· Κορνήλιε, αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Τὸ δὲ, Ἐνώπιον τοῦ Θεοῦ ἔστι, Κἂν πολλὰς ἔχῃς ἁμαρτίας, ἐλεημοσύνη δὲ ᾖ συνήγορος, μὴ φοβοῦ· οὐδεμία γὰρ αὐτῇ τῶν ἄνω δυνάμεων ἀντιτάσσεται· χρέος ἀπαιτεῖ, ἴδιον ἔχει χειρόγραφον μετὰ χεῖρας βαστάζουσα. Αὐτοῦ γάρ ἐστι τοῦ Δεσπότου φωνὴ, ὅτι Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Ὥστε οὖν ὅσας ἔχεις ἄλλας ἁμαρτίας, ἡ ἐλεημοσύνη σου βαρεῖ τὰς ὅλας.

βʹ. Ἢ οὐκ οἶδας ἐν τῷ Εὐαγγελίῳ τῶν δέκα παρθένων τὸ ὑπόδειγμα, πῶς αἱ μὴ ἔχουσαι ἐλεημοσύνην, παρθενίαν δὲ ἀσκήσασαι ἔξω ἔμειναν τοῦ νυμφῶνος; Ἦσαν γὰρ, φησὶ, δέκα παρθένοι, πέντε μωραὶ, καὶ πέντε φρόνιμοι· καὶ αἱ μὲν φρόνιμοι ἔλαιον εἶχον, αἱ δὲ μωραὶ ἔλαιον οὐκ εἶχον, ἐσβέννυντο δὲ αἱ αὐτῶν λαμπάδες.

Προσελθοῦσαι δὲ αἱ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἰσχύνομαι καὶ ἐρυθριῶ καὶ δακρύω, ὅταν παρθένον μωρὰν ἀκούσω· τοῦτο τὸ ὄνομα ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην ἀρετὴν, μετὰ παρθενίας ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν ἀναπτερῶσαι, μετὰ τὸ πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν ἔχειν, καὶ τὸν καύσωνα ὑπομεῖναι, μετὰ τὸ τὴν κάμινον τῆς ἡδονῆς καταπατῆσαι· τότε μωραὶ ἤκουσαν, καὶ δικαίως μωραὶ, ὅτι τὸ μέγα ποιήσασαι, ὑπὸ τοῦ μικροῦ ἡττήθησαν. Καὶ προσῆλθον, φησὶν, αἱ μωραὶ, καὶ εἶπον ταῖς φρονίμοις· Δότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἱ δὲ εἶπον· Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· οὐ δι᾽ ἀσπλαγχνίαν τοῦτο ποιοῦσαι, οὐδὲ διὰ κακίαν, ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ· ἔμελλε γὰρ ὁ νυμφίος ἔρχεσθαι.

Εἶχον καὶ αὐταὶ λαμπάδας· ἀλλ᾽ ἐκείνων μὲν εἶχον ἔλαιον, αὐτῶν δὲ οὐκ εἶχον. Τὸ γὰρ πῦρ ἐστιν ἡ παρθενία, τὸ δὲ ἔλαιον ἐστὶν ἡ ἐλεημοσύνη. Ὥσπερ οὖν τὸ πῦρ, ἐὰν μὴ ἔχῃ ἔλαιον ἐπιστάζον, ἀφανίζεται, οὕτω καὶ ἡ παρθενία, ἐὰν μὴ ἔχῃ ἐλεημοσύνην, σβέννυται. Δότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· Οὐ δυνάμεθα δοῦναι ὑμῖν. Ἀλλ᾽ οὐ κακίας τὸ ῥῆμα τοῦτο ἀλλὰ φόβου· Μήποτε οὐκ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· μήποτε ὡς ζητοῦμεν ὅλαι εἰσελθεῖν, ὅλαι ἀπομείνωμεν· Ἀλλ᾽ ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων.

Τίνες δὲ οἱ ἔμποροι τοῦ ἐλαίου τούτου; Οἱ πτωχοὶ, οἱ πρὸς τὴν ἐλεημοσύνην καθεζόμενοι πρὸ τῆς ἐκκλησίας. Καὶ πόσου; Ὅσου θέλεις· τιμὴν οὐκ ἐπιτίθημι, ἵνα μὴ πενίαν προβάλλῃ. Ὅσον ἔχεις, τοσούτου ἀγόρασον· ἔχεις ὀβολόν; ἀγόρασον τὸν οὐρανόν· οὐχ ὅτι εὔωνος ὁ οὐρανὸς, ἀλλ᾽ ὅτι φιλάνθρωπος ὁ Δεσπότης. Οὐκ ἔχεις ὀβολόν; ποτήριον δὸς ψυχροῦ ὕδατος· Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ὕδατος ἕνα τῶν ἐλαχίστων τούτων ἕνεκα ἐμοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ἐμπορία καὶ πραγματεία ὁ οὐρανὸς, καὶ ἡμεῖς ἀμελοῦμεν. Δὸς ἄρτον, καὶ λαβὲ παράδεισον· δὸς μικρὰ, καὶ λαβὲ μεγάλα· δὸς θνητὰ, καὶ λαβὲ ἀθάνατα· δὸς φθαρτὰ, καὶ λαβὲ ἄφθαρτα. Εἰ ἦν πανήγυρις, καὶ εὐωνίαν ἔχουσα, καὶ ἀφθονίαν σιτίων, καὶ τὰ πολλὰ ὀλίγου πιπρασκόμενα, οὐκ ἂν τὰς οὐσίας διαπωλήσαντες, καὶ πάντα δεύτερα θέντες, τῆς πραγματείας ἐκείνης περικρατεῖς ἐγένεσθε;

Καὶ ὅπου μὲν φθαρτὰ, τοσαύτην ἐνδείκνυσθε σπουδήν· ὅπου δὲ πραγματεία ἀθάνατος, τοσοῦτο ῥᾳθυμεῖτε καὶ ἀναπεπτώκατε; Δὸς πένητι, ἵνα κἂν σὺ σιωπᾷς, καὶ μυρία στόματα ὑπὲρ σοῦ ἀπολογῶνται, τῆς ἐλεημοσύνης ἐνεστώσης καὶ συνηγορούσης· λύτρον ψυχῆς ἐστιν ἐλεημοσύνη.

Διὰ τοῦτο ὥσπερ οἱ λουτῆρες ὕδατος πεπληρωμένοι εἰσὶ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας, ἵνα νίψῃ τὰς χεῖρας· οὕτω τῆς ἐκκλησίας ἔξω οἱ πένητες καθέζονται, ἵνα πλύνῃς τὰς χεῖρας τῆς ψυχῆς. Ἔπλυνας τὰς χεῖρας τὰς αἰσθητὰς τῷ ὕδατι; πλῦνον τὰς χεῖρας τῆς ψυχῆς τῇ ἐλεημοσύνῃ. Μὴ πενίαν προβάλλου· ἡ χήρα ἐν τῷ ἐσχάτῳ τῆς πενίας ἐξένισε τὸν Ἠλίαν, καὶ ἡ πενία κώλυμα οὐκ ἐγένετο, ἀλλὰ μετὰ πολλῆς τῆς χαρᾶς αὐτὸν ὑπεδέξατο· διὸ καὶ ἀξίους ἀπέλαβε τοὺς καρποὺς, καὶ ἐθέρισε τὸν στάχυν τῆς ἐλεημοσύνης. Ἀλλ᾽ ἴσως ὁ ἀκροατής φησι, Δός μοι τὸν Ἠλίαν. Τί ζητεῖς τὸν Ἠλίαν; τὸν Δεσπότην σοι δίδωμι τοῦ Ἠλία, καὶ οὐ τρέφεις αὐτόν.

Τὸν Ἠλίαν εἰ εὗρες, πῶς ἂν ἐξένισας αὐτόν; Χριστοῦ ἐστι τοῦ Δεσπότου τῶν ὅλων ἀπόφασις· Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Εἰ βασιλεὺς ἕνα τινὰ ἐκάλεσεν ἐπὶ τοῦ δείπνου, καὶ τῶν θεραπόντων παρεστηκότων εἶπε πρὸς αὐτούς· Εὐχαριστήσατε τούτῳ πολλὰ ἀντ᾽ ἐμοῦ· οὗτός με ἐν πενίᾳ ὄντα διέθρεψε καὶ ἐξένισεν, οὗτος ἐμοὶ πολλὰς εὐεργεσίας ἐν καιρῷ στενοχωρίας παρέσχε· πῶς οὐκ ἂν ἕκαστος τὰ χρήματα αὐτοῦ ὅλα πρὸς ἐκεῖνον ἀνήλωσεν, ᾧ ὁ βασιλεὺς ηὐχαρίστησε; πῶς οὐκ ἂν ἀπελογίσατο; πῶς οὐκ ἂν ἕκαστος ἐσπούδασεν ἑαυτὸν αὐτῷ παραθέσθαι καὶ φιλιωθῆναι;

γʹ. Εἴδετε τὴν δύναμιν τοῦ λόγου; Εἰ δέ γε ἐπὶ βασιλέως ἀνθρώπου τοσαύτην τιμὴν ἔχει τὸ πρᾶγμα, ἐννόησον Χριστὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καλοῦντα ἐπὶ ἀγγέλων καὶ πάσης δυνάμεως, καὶ λέγοντα· Οὗτός με ἐν τῇ γῇ ἐξένισεν· οὗτός με μυρία εὐηργέτησεν· οὗτός με ξένον ὄντα συνήγαγεν· ἐννόησον λοιπὸν τὴν παῤῥησίαν τὴν ἐπὶ τῶν ἀγγέλων, τὸ καύχημα τὸ ἐπὶ τῶν δήμων τῶν ἄνω. ᾯ ὁ Χριστὸς μαρτυρεῖ, πῶς οὐκ ἂν σχῇ παῤῥησίαν ὑπὲρ ἀγγέλους; Μέγα οὖν πρᾶγμα ἐλεημοσύνη, ἀδελφοί· ταύτην ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανή ἐστι καὶ ἄλλας ἁμαρτίας ἐξαλεῖψαι, καὶ τὴν κρίσιν ἀπελάσαι· σοῦ σιωπῶντος ἕστηκε καὶ συνηγορεῖ· μᾶλλον δὲ σοῦ σιωπῶντος μυρία στόματα εὐχαριστεῖ ὑπὲρ σοῦ. Τοσαῦτα ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἡμεῖς ἀμελοῦμεν καὶ ἀναπεπτώκαμεν. Δὸς κατὰ δύναμιν ἄρτον· οὐκ ἔχεις ἄρτον; δὸς ὀβολόν· οὐκ ἔχεις ὀβολόν; δὸς ποτήριον ψυχροῦ ὕδατος· οὐκ ἔχεις τοῦτο; συμπένθησον τῷ θλιβομένῳ, καὶ ἔχεις μισθόν. Οὐ γὰρ τῆς ἀνάγκης ὁ μισθὸς, ἀλλὰ τῆς προαιρέσεως. Ἀλλ᾽ ὡς ἔτι περὶ τούτου διαλεγόμεθα, ἐξῆλθεν ἡμῖν ἡ φροντὶς τῶν παρθένων· φέρε οὖν εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Δότε ἡμῖν, φησὶν, ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλ᾽ ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων.

Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἔχουσαι τὰς λαμπάδας φαιδρὰς συνεισῆλθον αὐτῷ, καὶ ἀπεκλείσθη ἡ θύρα νυμφῶνος. Ἦλθον δὲ καὶ αἱ πέντε μωραὶ, καὶ ἔκρουον τὴν θύραν τοῦ νυμφῶνος βοῶσαι· Ἄνοιξον ἡμῖν· καὶ φωνὴ ἔσωθεν πρὸς αὐτὰς τοῦ νυμφίου· Ἀπέλθετε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς.

Καὶ μετὰ τοσούτους καμάτους τί ἤκουσαν; Οὐκ οἶδα ὑμᾶς. Τοῦτό ἐστιν, ὃ ἔλεγον, εἰκῆ καὶ μάτην ἐκτήσαντο τὸ μέγα κτῆμα τῆς παρθενίας. Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο· τότε ἤκουσαν, Ἀπέλθετε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Μὴ γὰρ ἐμοὶ νομίσῃς τὸ τῆς παρθενίας μέγεθος μικρὸν εἶναι· τοιοῦτόν ἐστιν ἡ παρθενία, ὅτι οὐδεὶς ἠδυνήθη τῶν ἀρχαίων τοῦτο τηρῆσαι.

Διὰ τοῦτο γὰρ ἡ χάρις μεγάλη, ὅτι ἃ ἦν φοβερὰ ἐν τοῖς προφήταις καὶ ἐν τοῖς ἀρχαίοις, ταῦτα ἐγένετο νῦν εὐκαταφρόνητα. Τίνα γὰρ ἦν τὰ βαρύτατα καὶ ἀναγκαῖα; Παρθενία, καὶ θανάτου ὑπεροψία· ἀλλὰ τούτων νῦν καὶ κόραι εὐτελεῖς καταφρονοῦσι. Βαρὺ γὰρ ἦν τὸ τῆς παρθενίας κτῆμα οὕτως, ὡς μηδένα δύνασθαι ταύτην ἀσκῆσαι τῶν παλαιῶν. Νῶε δίκαιος καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ γυναικὶ προσωμίλησεν· ὁμοίως δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ οἱ συγκληρονόμοι αὐτοῦ τῆς ἐπαγγελίας γυναικὶ προσωμίλησαν. Ἰωσὴφ ὁ σώφρων τὸ μέγα δρᾶμα τῆς μοιχείας ἠρνήσατο· ἀλλὰ καὶ οὗτος γυναικὶ προσωμίλησεν· βαρὺ γὰρ ἦν τὸ ἐπάγγελμα τῆς παρθενίας.

Ἔκτοτε ἰσχυρὰ ἡ παρθενία ἐγένετο, ἐξότε τὸ ἄνθος τὸ τῆς παρθενίας ἐβλάστησεν. Οὐδεὶς τοίνυν τῶν παλαιῶν ἠδυνήθη παρθενίαν ἀσκῆσαι· μέγα γὰρ πρᾶγμα σῶμα χαλινῶσαι. Ἀναζωγράφησον τῷ λόγῳ τὸ τῆς παρθενίας εἶδος, καὶ κατάμαθε τὸ μέγεθος τῆς ἀρετῆς αὐτῆς· ἔτι πόλεμον ἔχει ἐφ᾽ ἑκάστης ἡμέρας οὐδέποτε δυνάμενον ἡσυχάσαι· χείρων τοῦ βαρβαρικοῦ πολέμου οὗτος ὁ πόλεμος. Ὁ μὲν γὰρ τῶν βαρβάρων πόλεμος καιρόν τινα ἔχει ἀνοχῆς ἐν ταῖς συνθήκαις, καὶ ποτὲ μὲν συμβάλλουσι, ποτὲ δὲ οὒ, καὶ τάξεις καὶ χρόνοι εἰσίν· ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς τὴν παρθενίαν οὐκ ἔστιν ἀνοχή· διάβολος γάρ ἐστιν ὁ πολεμῶν, οὐ καιρὸν ἐπιτηρεῖν ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ᾽ ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν· καὶ οὐδέποτε δύναται ἡ παρθένος τοῦ πολέμου παύσασθαι τούτου, ἀλλ᾽ ἐν αὐτῇ τὸν τάραχον περιάγει καὶ τὸν πολεμιστήν.

Καὶ οἱ μὲν κατάδικοι κἂν πρὸς καιρὸν ἴδωσι τὸν ἄρχοντα, οὐχ οὕτω χειμάζονται· ἡ δὲ παρθένος ὅπουπερ ἂν ἀπέρχηται, τὸν δικαστὴν περιάγει μεθ᾽ ἑαυτῆς, καὶ τὸν πολέμιον περιφέρει, καὶ ὁ πολέμιος οὐχ ἑσπέρας αὐτῇ δίδωσιν ἄνεσιν, οὐκ ἐν νυκτὶ, οὐκ ὄρθρου, οὐκ ἐν μεσημβρίᾳ· ἀλλὰ πολεμεῖ πάντοτε, ἡδονὴν ὑποτιθέμενος, γάμον μηνύων, ὅπως τὴν ἀρετὴν ἐξ αὐτῆς ἀποδιώξῃ, καὶ ὅπως τὴν κακίαν ἐν αὐτῇ ἐγγεννήσῃ· ὅπως τὴν σωφροσύνην αὐτῆς ἀπελάσῃ, ὅπως πορνείαν ἐνσπείρῃ· ἐκκαίεται ἐφ᾽ ἑκάστης ὥρας τῆς ἡδονῆς ἡ κάμινος μαλθακῶς ὑποκαιομένη. Ἐννόησον πόσος τοῦ κατορθώματος ὁ κάματος. Ἀλλ᾽ ἐκεῖναι μετὰ ταῦτα πάντα ἤκουσαν, Ἀπέλθετε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς.

Ὅρα πῶς μέγα πρᾶγμα ἡ παρθενία· ὅταν ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην, οὐδὲν αὐτῆς περιγίνεται τῶν δεινῶν, ἀλλ᾽ ἀνωτέρα πάντων ἐστί. Διὰ τοῦτο ἐκεῖναι οὐκ εἰσῆλθον, ἐπειδὴ μετὰ τῆς παρθενίας τὴν ἐλεημοσύνην οὐκ εἶχον. Πολλῆς αἰσχύνης τὸ ῥῆμα ἄξιον· ἡδονὴν καταπαλαίσασα, χρημάτων οὐ κατεφρόνησας· ἀλλὰ παρθένος ἀποταξαμένη τῷ βίῳ, καὶ σταυρωθεῖσα χρημάτων ἐρᾷς. Εἴθε ἀνδρὸς ἐπεθύμησας, καὶ οὐ τοσοῦτον τὸ ἔγκλημα ἦν· τῆς γὰρ ὁμοουσίου ὕλης ἐπεθύμεις· νῦν δὲ μείζων ἡ κατηγορία, ὅτι ἀλλοτρίας ὕλης ἐπεθύμησας. Ἔστω, αἱ ὕπανδροι ἐκεῖναι κακῶς ἀπανθρωπίαν ἐπιδείκνυνται, διὰ τὴν τῶν τέκνων πρόφασιν· καὶ ἐὰν εἴπῃς αὐταῖς, Δός μοι ἐλεημοσύνην· Τέκνα ἔχω, φησὶ, καὶ οὐ δύναμαι. Ὁ Θεός σοι ἔδωκε τέκνα, καρπὸν κοιλίας ἔλαβες, ἵνα φιλάνθρωπος γένῃ, οὐχ ἵνα ἀπάνθρωπος· μὴ τὴν ὑπόθεσιν τῆς φιλανθρωπίας εἰς ἀφορμὴν ἀπανθρωπίας ἐκλάμβανε. Θέλεις κληρονομίαν καλὴν καταλεῖψαι τοῖς τέκνοις σου; κατάλειψον ἐλεημοσύνην, ἵνα πάντες ἐγκωμιάσωσί σε, καὶ πολυθρύλλητον τὴν μνήμην σου καταλείπῃς. Σὺ δὲ μὴ τέκνα ἔχουσα, ἀλλ᾽ ἐσταυρωμένη τῷ βίῳ, ἵνα τί χρήματα συλλέγεις;

δʹ. Ἀλλ᾽ ὁ λόγος ἡμῖν ἔμψυχός ἐστι, καὶ περὶ τῆς ὁδοῦ τῆς μετανοίας, καὶ περὶ τῆς ἐλεημοσύνης. Ἐλέγομεν ὅτι μέγα κτῆμα ἡ ἐλεημοσύνη· ἐκεῖθεν διεδέξατο ἡμᾶς τὸ πέλαγος τῆς παρθενίας. Ἔχεις οὖν πρώτην καὶ μεγάλην μετάνοιαν τὴν ἐλεημοσύνην, λυτρώσασθαι τῆς σειρᾶς ἁμαρτημάτων δυναμένην· ἀλλ᾽ ἔχεις καὶ ἄλλην ὁδὸν μετανοίας εὐχερεστάτην πάλιν, δι᾽ ἧς δύνασαι ἀπαλλαγῆναι τῶν ἁμαρτημάτων. Εὔχου ἐφ᾽ ἑκάστης ὥρας, καὶ μὴ ἐκκακήσῃς εὐχόμενος, μήτε ῥᾳθύμως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἵτει, καὶ οὐκ ἀποστρέψεται ἐμμένοντα, ἀλλὰ συγχωρήσει σοι τὰς ἁμαρτίας σου, καὶ δώσει τὰ αἰτήματά σου. Εὐχόμενος ἐὰν εἰσακουσθῇς, μένε εὐχαριστῶν ἐν τῇ εὐχῇ· εἰ δὲ οὐκ εἰσηκούσθης, ἐπίμενε εὐχόμενος, ἵνα εἰσακουσθῇς. Καὶ μὴ λέγε ὅτι Πολλὰ ηὐξάμην καὶ οὐκ εἰσηκούσθην· καὶ γὰρ καὶ τοῦτο πολλάκις ὑπὲρ τοῦ συμφέροντός σοι γίνεται. Οἶδε γὰρ ὅτι ῥᾴθυμος εἶ καὶ ἀναπεπτωκὼς, καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς, μηκέτι εὐχόμενος· καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί σε, ἵνα πυκνότερον τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς. Εἰ γὰρ ἐν τοιαύτῃ ἀνάγκῃ ὢν καὶ χρείαν ἔχων ῥᾳθυμεῖς, καὶ οὐ παραμένεις τῇ εὐχῇ, τί εἰ μηδενὸς τούτων ἔχρῃζες; Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ.

Μένε οὖν εὐχόμενος καὶ μὴ ῥᾳθύμει· πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ. Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι. Τί γάρ φησιν; Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὃς ἔκλεισε τὴν θύραν αὐτοῦ, καὶ ἀνέπεσε μετὰ τῶν τέκνων αὐτοῦ· ἦλθε δέ τις ἑσπέρας θέλων λαβεῖν ἄρτους παρ᾽ αὐτοῦ, καὶ κρούει λέγων· Ἄνοιξόν μοι, ὅτι χρείαν ἔχω ἄρτων. Ὁ δὲ πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι νῦν· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία ἡμῶν. Ὁ δὲ ἐπέμενε κρούων τὴν θύραν. Καί φησι πάλιν πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία. Ὁ δὲ καὶ ταῦτα ἀκούσας ἐπέμενε κρούων, καὶ μὴ ἀναχωρῶν, ἕως οὗ εἶπεν ὁ οἰκοδεσπότης, Ἀνάστητε, δότε αὐτῷ καὶ ἄφετε ἀπελθεῖν. Διδάσκει σε οὖν εὔχεσθαι ἀεὶ, καὶ μὴ ἀκηδιᾷν ἀεὶ, ἀλλὰ καὶ ἐὰν μὴ λάβῃς, παραμένειν ἕως ἂν λάβῃς. Καὶ πολλὰς ἄλλας ὁδοὺς μετανοίας εὑρήσεις ἐν τῇ Γραφῇ. Αὕτη ἡ μετάνοια καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐκηρύττετο διὰ τοῦ Ἱερεμίου λέγοντος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν, Μετὰ ταῦτα εἶπον αὐτῇ, Μετὰ τὸ πορνεῦσαι δεῦρο ἀνάστρεψον πρὸς μέ. Καὶ διὰ τοῦτο πολλὰς καὶ ἄλλας ὁδοὺς διαφόρους ἔδωκεν ἡμῖν, ἵνα ἐκκόψῃ πᾶσαν ἡμῶν πρόφασιν ῥᾳθυμίας. Εἰ γὰρ μίαν ὁδὸν εἴχομεν μόνην, διὰ ταύτης εἰσελθεῖν οὐκ ἂν ἠδυνήθημεν.

Ταύτην τὴν μάχαιραν ἀεὶ φεύγει ὁ διάβολος. Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, καὶ ἐξάλειψόν σου τὴν ἁμαρτίαν.

Ὁσάκις ἂν πέσῃς εἰς τὴν ἀγορὰν, τοσαυτάκις ἐγείρῃ· οὕτως ὁσάκις ἂν ἁμαρτήσῃς, μετανόησον ἐπὶ τῇ ἁμαρτίᾳ· μὴ σαυτοῦ ἀπογνῷς· κἂν δεύτερον ἁμάρτῃς, δεύτερον μετανόησον, μὴ διὰ ῥᾳθυμίαν τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων ἀγαθῶν ἐλπίδος· κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον· ἰατρεῖον γάρ ἐστιν ἐνταῦθα, οὐ δικαστήριον, οὐκ εὐθύνας ἁμαρτημάτων ἀπαιτοῦν, ἀλλὰ συγχώρησιν ἁμαρτημάτων παρέχον. Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· καὶ συγχωρεῖταί σου ἡ ἁμαρτία. Ἔχεις δὲ καὶ ἄλλην ὁδὸν μετανοίας, οὐ δύσκολον, ἀλλὰ καὶ πάνυ εὐχερεστάτην. Ποίαν δὲ ταύτην;

Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ Δεσπότης λέγων· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοί, ἀλλ᾽ ὁ Πατήρ μου ὁ οὐράνιος· οὗτος ὁ Πέτρος· Πέτρον δὲ ὅταν εἴπω, τὴν πέτραν λέγω τὴν ἀῤῥαγῆ, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὸν ἀπόστολον τὸν μέγαν, τὸν πρῶτον τῶν μαθητῶν, τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ὑπακούσαντα· ἐκεῖνος οὐ μικρόν τι πρᾶγμα ἔδρασεν, ἀλλὰ καὶ σφόδρα μέγα, ὡς αὐτὸν ἀρνήσασθαι τὸν Δεσπότην· τοῦτο λέγω οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλὰ σοὶ ὑπόθεσιν διδοὺς τῆς μετανοίας, αὐτὸν τὸν Δεσπότην τῆς οἰκουμένης, τὸν κηδεμόνα, τὸν Σωτῆρα τῶν ἁπάντων ἠρνήσατο. Ἵνα δὲ ἄνωθεν τὴν ὑπόθεσιν εἴπωμεν, ἐν τῇ παραδόσει εἶδεν ὁ Σωτήρ τινας ἀναχωρήσαντας, καὶ λέγει τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἀναχωρῆσαι θέλεις; Ὁ δὲ Πέτρος εἶπε, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Τί λέγεις, Πέτρε; Θεὸς ὁ ἀποφηνάμενος, καὶ ἀντιμάχῃ; Ἀλλ᾽ ὅμως ἡ προαίρεσις τὸ ἴδιον ἔδειξε, τῆς δὲ φύσεως ἡ ἀσθένεια ἠλέγχετο. Ταῦτα δὲ πότε;

Ἐν νυκτὶ, ἐν ᾗ παρεδόθη ὁ Χριστός· τότε οὖν, φησὶν, εἱστήκει ὁ Πέτρος παρὰ τὴν ἀνθρακιὰν θερμαινόμενος, καὶ κόρη τις προσῆλθε, καὶ λέγει αὐτῷ· Χθὲς καὶ σὺ μετὰ τούτου τοῦ ἀνθρώπου ἦς. Ὁ δέ· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶτα καὶ δεύτερον καὶ τρίτον· καὶ ἐπληρώθη ἡ ἀπόφασις. Εἶτα ὁ Χριστὸς ἐνέβλεψε τῷ Πέτρῳ, φωνὴν διὰ τοῦ βλέμματος ἀφιείς· οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν ἀφῆκε· τουτέστι, Πέτρε, ὃ ἔλεγον, γέγονεν. Ἀμέλει γοῦν καὶ ὁ Πέτρος αἰσθανόμενος τότε ἤρξατο κλαίειν, ἀλλ᾽ οὐχ ἁπλῶς ἔκλαυσεν, ἀλλὰ πικρῶς, δεύτερον βάπτισμα διὰ τῶν δακρύων ἐκ τῶν ὀφθαλμῶν ποιήσας. Ἀλλὰ κλαύσας οὕτω πικρῶς, ἐξήλειψε τὴν ἁμαρτίαν· μετὰ ταῦτα δὲ πιστεύεται τὰς κλεῖς τῶν οὐρανῶν. Εἰ δὲ Πέτρου κλαυθμὸς τηλικαύτην ἐξήλειψεν ἁμαρτίαν, σὺ ἐὰν κλαύσῃς, πῶς οὐκ ἂν ἀπαλείψεις τὴν ἁμαρτίαν; Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα τὸ ἀρνήσασθαι τὸν ἴδιον Δεσπότην, ἀλλὰ μέγα καὶ ἰσχυρόν· ἀλλ᾽ ὅμως τὰ δάκρυα ἐξήλειψε τὸ ἁμάρτημα.

Κλαῦσον οὖν καὶ σὺ ἐπὶ τῇ ἁμαρτίᾳ σου· ἀλλ᾽ οὐχ ἁπλῶς, οὐδὲ μετὰ σχήματος, ἀλλὰ κλαῦσον πικρῶς, ὡς ὁ Πέτρος· ἐξ αὐτοῦ τοῦ βάθους προσάγαγε τὰς πηγὰς τῶν δακρύων, ἵνα οὕτως σπλαγχνισθεὶς ὁ Δεσπότης συγχωρήσῃ σοι τὸ πλημμέλημα· φιλάνθρωπος γάρ ἐστιν· αὐτὸς γὰρ εἶπεν· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ μετανοῆσαι, καὶ ζῇν αὐτόν. Μικρὸν θέλει παρὰ σοῦ πόνον, καὶ αὐτὸς παρέχει τὰ μεγάλα· πρόφασιν ζητεῖ παρὰ σοῦ, ἵνα σοι δῷ θησαυρὸν σωτηρίας. Πρόβαλε δάκρυα, καὶ αὐτός σοι δίδωσι συγχώρησιν· πρόβαλε μετάνοιαν, καὶ αὐτός σοι παρέχει ἄφεσιν ἁμαρτιῶν· πρόφασιν μικρὰν σὺ εἰσένεγκε, ἵνα εὐπρόσωπον ἔχῃς τὴν ἀπολογίαν· τὰ μὲν γὰρ παρ᾽ αὐτοῦ ἐστι, τὰ δὲ παρ᾽ ἡμῶν· τὰ παρ᾽ ἡμῶν ἐὰν εἰσενέγκωμεν, πάλιν καὶ αὐτὸς παρέχει τὰ παρ᾽ ἑαυτοῦ. Ἤδη μὲν οὖν τὰ παρ᾽ ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα· πάλιν σὺ συνεισένεγκε μικρὸν, ἵνα οὕτω καὶ τὰ ἄνω σοι χαρίσηται. Μὴ οὖν ἀμελήσωμεν ἑαυτῶν, μηδὲ ἀποστῶμεν τῆς ἡμετέρας σωτηρίας, τοσοῦτον πέλαγος φιλανθρωπίας ἔχοντες τοῦ πάντων Δεσπότου, καὶ μετανοοῦντος ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις.

Βασιλεία οὐρανῶν πρόκειται καὶ παράδεισος, καὶ τὰ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καὶ οὐκ ὀφείλομεν ἅπαντα ποιῆσαι, ἵνα τι συνεισενέγκωμεν, ὥστε τούτων μὴ ἐκπεσεῖν;

Ἢ οὐκ οἶδας Παῦλος τί λέγει, ὁ πολλὰ κοπιάσας, καὶ μυρία τρόπαια κατὰ τοῦ διαβόλου στήσας, ὁ ἐν σώματι τὴν οἰκουμένην πεζεύσας, ὁ γῆν καὶ θάλατταν καὶ ἀέρα περιδραμὼν, ὁ καθάπερ ὑπόπτερός τις τὴν οἰκουμένην περιελθὼν, ὁ λιθασθεὶς, ὁ φονευθεὶς, ὁ τυπτηθεὶς, ὁ πάντα διὰ τὸ ὄνομα τοῦ Θεοῦ παθὼν, ὁ οὐρανίᾳ φωνῇ κληθεὶς ἄνωθεν· ὅρα, οὗτος τί λέγει, ποίαν φωνὴν ἔῤῥηξεν· Ἐλάβομεν χάριν, φησὶν, ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ κἀγὼ ἐκοπίασα, καὶ συνεισήνεγκα· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ κενὴ οὐκ ἐγενήθη· ἀλλὰ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα καὶ συνεισήνεγκα. Οἴδαμεν, φησὶν, οἴδαμεν τῆς χάριτος τὸ μέγεθος, ὃ ἐλάβομεν, ἀλλ᾽ οὐκ ἀργόν με εὗρε· φανερὰ τὰ παρ᾽ ἐμοῦ εἰσενεχθέντα. Οὕτως οὖν καὶ ἡμεῖς τὰς χεῖρας πρὸς ἐλεημοσύνην διδάξωμεν, ἵνα συνεισενέγκωμεν μικρόν τι· κλαύσωμεν ἐπὶ τῇ ἁμαρτίᾳ, θρηνήσωμεν ἐπὶ τῇ ἀνομίᾳ, ἵνα δόξωμεν μικρόν τι συνεισφέρειν, ἐπειδὴ καὶ μεγάλα τὰ μέλλοντα δίδοσθαι ἡμῖν, καὶ ὑπερβαίνει τὴν ἡμετέραν δύναμιν· παράδεισος γάρ ἐστι, καὶ βασιλεία οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.