Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Ο ναός ως πνευματικό λιμάνι και η δυναμική των ονομάτων των αγίων

Στηλιτεύεται η παραμέληση της λατρείας εξαιτίας κοσμικών θεαμάτων και βιοτικών μεριμνών, ενώ ακολουθεί μετάβαση στην παύλεια διδασκαλία, αναδεικνύοντας τον σεβασμό που εμπνέουν τα ονόματα των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 7

ΕΠΙΤΙΜΗΣΙΣ Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, «Παῦλος κλητὸς,» καὶ περὶ ταπεινοφροσύνης. αʹ. Ὅταν εἰς τὴν ὀλιγότητα ἀπίδω τὴν ὑμετέραν καὶ τὸ ποίμνιον θεάσωμαι καθ᾽ ἑκάστην σύναξιν ἐλαττούμενον, καὶ ἀθυμῶ, καὶ χαίρω· χαίρω μὲν δι᾽ ὑμᾶς τοὺς παρόντας, ἀθυμῶ δὲ δι᾽ ἐκείνους τοὺς ἀπόντας.

Ὑμεῖς μὲν γὰρ ἐπαίνων ἄξιοι, οὐδὲ ἀπὸ τῆς ὀλιγότητος ῥᾳθυμότεροι γενόμενοι· ἐκεῖνοι δὲ ὑπεύθυνοι ἐγκλημάτων, οὐδὲ ἀπὸ τῆς ὑμετέρας σπουδῆς εἰς προθυμίαν διεγειρόμενοι. Διὰ τοῦτο ὑμᾶς μὲν μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι οὐδὲν ὑμᾶς παρέβλαψεν ἡ ἐκείνων ὀλιγωρία· ἐκείνους δὲ ταλανίζω καὶ δακρύω, ὅτι οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ ὑμετέρα σπουδή. Οὐκ ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

Οὐκ εἶπεν, Ἐξελεξάμην κατοικεῖν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, οὐδὲ, διατρίβειν, οὐδὲ, εἰσιέναι· ἀλλ᾽, Ἐξελεξάμην παραῤῥιπτεῖσθαι. Ἀγαπητόν μοι καὶ ἐν τοῖς ἐσχάτοις τετάχθαι· στέργω ἐν τούτῳ, κἂν τῶν προθύρων ἐπιβῆναι καταξιωθῶ, φησί· μεγίστην ἡγοῦμαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν Δεσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν οὐχὶ τὸν φιλούμενον μόνον ἐπιθυμεῖ ἰδεῖν, ἀλλὰ καὶ τὸν οἶκον ἐκείνου μόνον, ἀλλὰ καὶ τὸν πυλῶνα· οὐχὶ τὸν πυλῶνα τῆς οἰκίας μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν στενωπὸν καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον, κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου, αὐτὸν νομίζει παρεῖναι τὸν φιλούμενον.

Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ τὸν Θεὸν οὐχ ἑώρων τὸν ἀσώματον, ἑώρων τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκάστου οἰκίαν. Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκετηρίαι, ἀλλ᾽ ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάντων· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευμάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφαλείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων.

Τοῦτο τὸ χωρίον ὑπόθεσίς ἐστιν ἀρετῆς, διδασκαλεῖον φιλοσοφίας· οὐκ ἐν συνάξει μόνον, ὅτε ἀκρόασις Γραφῶν καὶ διδασκαλία πνευματικὴ, καὶ συνέδριον Πατέρων αἰδεσίμων· ἀλλὰ καὶ ἐν παντὶ τῷ λοιπῷ καιρῷ, ἐπίβηθι τῶν προθύρων μόνον, καὶ εὐθέως ἀπέθου τὰς φροντίδας τὰς βιωτικάς. Εἴσελθε τῶν προθύρων εἴσω, καὶ καθάπερ αὔρα τις πνευματικὴ περιίσταταί σου τὴν ψυχήν. Αὕτη ἡ ἡσυχία εἰς φρίκην ἄγει, καὶ διδάσκει φιλοσοφεῖν· ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν. Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν!

Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτικαῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγου δεῖ, οὔτε ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων δῆλον. Καὶ γὰρ οἱ κληθέντες ἐπὶ τὸν γάμον τὸν πνευματικὸν, ταύτας προεβάλλοντο τὰς προφάσεις, ὁ μὲν ὅτι ζεῦγος ὠνήσατο, ὁ δὲ ὅτι ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ᾽ ἐκολάσθησαν ὅμως. Ἀναγκαῖαι μὲν αἱ αἰτίαι· ἀλλ᾽ ὅταν ὁ Θεὸς καλῇ, ἀπολογίαν οὐκ ἔχουσι· μετὰ γὰρ τὸν Θεὸν ἡμῖν πάντα ἀναγκαῖα. Μετὰ τὴν ἐκείνου τιμὴν, τότε τὰ ἄλλα ἀπολαυέτω σπουδῆς. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ τὴν δεσποτικὴν πληρώσῃ διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε;

Πῶς οὖν οὐκ ἄτοπον ἐπ᾽ ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς Δεσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι, καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον. Καθάπερ γὰρ γῆ, γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν, χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ, πνευματικῆς οὐκ ἀπολαύουσα διδασκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ᾽ ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις καταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες φιλοσοφίας, ποίαν σωτηρίας ἐλπίδα ἕξουσιν, εἰπέ μοι; Ἐβουλόμην δύνασθαι δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατακεχυμένην, καὶ τεταπεινωμένην, καὶ ἀπαῤῥησίαστον.

Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα αὐχμοῦ καὶ ῥύπου γέμει πολλοῦ· οὕτω καὶ ἡ ψυχὴ, διδασκαλίας οὐκ ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημάτων ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον· μᾶλλον δὲ οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τὸ τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· κἂν μετὰ τῆς αὐτῆς, φησὶν, ἀκριβείας τῶν ἁμαρτημάτων ὁ ῥύπος δάκῃ τῆς ψυχῆς τὴν οὐσίαν, ὡς εἰς ἕξιν βαφῆς ἀκίνητον καταστῆναι, καὶ οὕτως ἐγὼ δύναμαι εἰς τὴν ἐναντίαν αὐτὴν καταστῆσαι ποιότητα· ἀρκεῖ γὰρ νεῦσαι, καὶ πάντα ἀφανίζεται τὰ ἁμαρτήματα.

βʹ. Ταῦτα λέγω, οὐχ ἵνα ὑμεῖς ἀκούσητε· οὐδὲ γὰρ ὑμεῖς δεῖσθε τῶν φαρμάκων, διὰ τὴν τοῦ Θεοῦ χάριν· ἀλλ᾽ ἵνα ἐκεῖνοι δι᾽ ὑμῶν μάθωσιν. Εἰ δὲ ἐδυνάμην εἰδέναι τοὺς τόπους ἐν οἷς συλλέγονται, οὐκ ἂν ἠνώχλησα τὴν ὑμετέραν ἀγάπην· ἀλλ᾽ ἐπειδὴ ἀδύνατόν μοι ἑνὶ ὄντι τοσοῦτον εἰδέναι δῆμον, ὑμῖν ἐγχειρίζω τῶν ἀδελφῶν τῶν ὑμετέρων τὴν θεραπείαν· ἐπιμελήσασθε τῶν ἀδελφῶν τῶν οἰκείων, ἐπισπάσασθε, καλέσατε. Οἶδα ὅτι πολλάκις τοῦτο ἐποιήσατε· ἀλλ᾽ οὐδὲν τὸ πολλάκις τοῦτο ποιῆσαι, ἀλλ᾽ ἕως τότε ποιῆσαι, ἕως ἂν πείσητε καὶ ἑλκύσητε. Οἶδα ὅτι ἠνωχλήσατε, ὅτι φορτικοὶ πολλάκις ἐνομίσθητε, ὅτι οὐκ ἐπείσατε· καὶ τοῦτο ὑμᾶς ὀκνηροτέρους ἐποίησεν· ἀλλὰ παραμυθείσθω ὑμᾶς ὁ Παῦλος λέγων· Ἡ ἀγάπη πάντα ἐλπίζει, πάντα πιστεύει, ἀγάπη οὐδέποτε ἐκπίπτει. Σὺ τὸ σαυτοῦ ποίησον· κἂν ἐκεῖνος μὴ δέξηται τὴν θεραπείαν, σὺ τὸν μισθὸν ἔχεις παρὰ τῷ Θεῷ. Ἐπὶ μὲν γὰρ τῆς γῆς ἂν καταβάλῃς τὰ σπέρματα, καὶ μὴ ἐξενέγκῃ τοὺς ἀστάχυας, κεναῖς ἀνάγκη χερσὶν ἀπελθεῖν· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλὰ σὺ μὲν κατάβαλε τὴν διδασκαλίαν, ἐκείνη δὲ κἂν μὴ πεισθῇ τοῖς λεγομένοις, ἀπηρτισμένον ἔχεις τὸν μισθὸν, καὶ τοσοῦτον, ὅσον ἂν εἰ ἐπείσθη· οὐ γὰρ τῷ τέλει τῶν πραγμάτων ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τῶν πονούντων προσέχων ὁ Θεὸς, οὕτω τὰς ἀμοιβὰς ὁρίζειν εἴωθε.

Παρακαλῶ οὖν ὑμᾶς, ὅπερ ποιοῦσιν οἱ περὶ τὰ θέατρα μεμηνότες πρὸς τὰς τῶν ἵππων ἁμίλλας, τοῦτο καὶ ὑμεῖς ποιήσατε.

Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἀπὸ ἑσπέρας ἀλλήλους συντάσσονται, καὶ εἰς τὰς οἰκίας ἀλλήλων ἀπαντῶσιν ὑπὸ τὴν ἕω, καὶ τόπους ἑτέρους ἑαυτοῖς ἀφορίζουσιν, ἵν᾽ ὁμοῦ συγκροτηθέντες, μετὰ πλείονος ἡδονῆς ἐπὶ τὴν σατανικὴν ἐκείνην ἀνέλθωσι θέαν. Ὥσπερ ἐκεῖνοι κατὰ τῆς ἑαυτῶν σπουδάζουσι ψυχῆς, καὶ ἀλλήλους συγκατασπῶσιν· οὕτως ὑμεῖς προνοήσατε τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀλλήλους συνδιασώσατε, καὶ συνάξεως μελλούσης γίνεσθαι, ἐπὶ τὴν οἰκίαν ἀπάντησον τοῦ ἀδελφοῦ, καὶ ἀνάμεινον ἔξω τῶν προθύρων, καὶ ἐξελθόντα κάτασχε· κἂν μυρίαι καλῶσιν ἀνάγκαι, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν βιωτικῶν, πρὶν εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν καὶ πεῖσαι τῆς συνάξεως μετασχεῖν ἁπάσης· κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ᾽ εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας.

Πάντως, ἂν τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ περὶ τὴν ἄγραν τῶν ῥᾳθυμοτέρων χρησώμεθα, ἐπιτευξόμεθα τῆς σωτηρίας. Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε τῆς ῥᾳθυμίας. Οὐ γάρ εἰσιν ἐκείνου τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν οὐκ εἰδότος οὐδὲ ἀνθρώπους αἰσχυνομένου χαλεπώτεροι, κἂν μυριάκις ὦσιν ἀναίσθητοι· ἀλλ᾽ ὅμως ἐκεῖνον τὸν ὠμὸν, τὸν ἄγριον, τὸν σιδηροῦν, τὸν ἀδάμαντα μιᾶς γυναικὸς χήρας προσεδρεία συνεχὴς ἐδυσώπησε. Ποίας οὖν κἂν εἴημεν συγγνώμης ἄξιοι, εἰ γυναικὸς χήρας δικαστὴν ὠμὸν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἀνθρώπους ἐντρεπόμενον, δυνηθείσης ἐπικάμψαι καὶ πεῖσαι δοῦναι τὴν χάριν, ἡμεῖς τοὺς ἀδελφοὺς τοὺς ἀνεκτοτέρους ἐκείνου πολλῷ, καὶ μετριωτέρους ἐκείνου, μὴ δυνηθείημεν ἐφελκύσασθαι, ὑπὲρ τῶν οἰκείων αὐτοὺς παρακαλοῦντες ἀγαθῶν; Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας.

Καθ᾽ ἑκάστην αὐτοὺς ἐπιζητῶ τὴν ἡμέραν, ἕως ἂν δυνηθῶ διὰ τῆς ὑμετέρας σπουδῆς αὐτοὺς εὑρεῖν. Δέομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ᾽ ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων. Καὶ γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν Παῦλος ἐπέταξε τῶν οἰκείων φροντίζειν μελῶν. Παρακαλεῖτε γὰρ, φησὶν, εἷς τὸν ἕνα ἐν τοῖς λόγοις τούτοις, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Οἰκοδομεῖτε ἀλλήλους. Καὶ γὰρ ὁ μισθὸς μέγας τοῖς τῶν ἀδελφῶν κηδομένοις, καὶ τιμωρία μεγίστη τοῖς ἀμελοῦσι καὶ καταφρονοῦσι τῆς σωτηρίας αὐτῶν.

γʹ. Ὅθεν σφόδρα θαῤῥῶ καὶ πεπίστευκα, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ποιήσετε τὰ εἰρημένα· καὶ διὰ τοῦτο ἐνταῦθα ταύτην τὴν παραίνεσιν στήσας, ἐπὶ τὴν Παύλου τράπεζαν ὑμᾶς ἀγαγεῖν πειράσομαι. Παῦλος κλητὸς ἀπόστολος. Ταῦτα πολλάκις καὶ ὑμεῖς ἠκούσατε, καὶ ἡμεῖς ἀνέγνωμεν· ἀλλ᾽ οὐκ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ ἐπιγινώσκειν χρὴ τὰ λεγόμενα· ἐπεὶ κέρδος οὐδὲν ἡμῖν ἔσται τῆς ἀναγνώσεως.

Καὶ γὰρ θησαυρὸς ἄνωθεν πατούμενος οὐκ ἐνδείκνυται τὸν πλοῦτον, ἀλλὰ χρὴ διορύξαι πρῶτον αὐτὸν, καὶ καταβῆναι κάτω, καὶ οὕτως ἅπασαν τὴν εὐπορίαν εὑρεῖν· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις δεῖξαι τὸν τῶν ἀποκειμένων ἀγαθῶν θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος. Εἰ ἤρκει ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Φίλιππος τῷ εὐνούχῳ, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; εἰ ἤρκει ἡ ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, Ἐρευνᾶτε τὰς Γραφάς· ὁ δὲ ἐρευνῶν οὐ μέχρι τῆς ἐπιφανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει.

Καὶ γὰρ πολὺ πέλαγος νοημάτων ἐν τοῖς προοιμίοις ὁρῶ. Ἐν μὲν γὰρ ταῖς βιωτικαῖς ἐπιστολαῖς αἱ προσρήσεις ἁπλῶς γίνονται, θεραπείαν ἐμφαίνουσαι μόνον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πολλῆς σοφίας γέμει τὸ προοίμιον. Οὐ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ᾽ ὁ κινῶν τὴν ἐκείνου ψυχὴν Χριστός. Παῦλος κλητός. Τὸ Παῦλος τοῦτο, ὄνομα μέν ἐστιν ἓν, καὶ ψιλὸν ὄνομα· τοσοῦτον δὲ ἔχει νοημάτων θησαυρὸν ἀποκείμενον, ὅσον διὰ τῆς πείρας ἔγνωτε. Εἰ γὰρ δὴ μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον, τὰς αἰτίας λέγων, δι᾽ ἃς πρὸ τούτου Σαῦλος καλούμενος, μετὰ ταῦτα ἐκλήθη Παῦλος, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως μεταστὰς πρὸς τὴν πίστιν, ἐδέξατο τὴν προσηγορίαν, ἀλλὰ μέχρι πολλοῦ διέμεινεν ἔχων τὸ ὄνομα, ὅπερ ἐξαρχῆς ἔθεντο οἱ γονεῖς· καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην. Εἰ γὰρ ἄνθρωποι τοῖς αὑτῶν παιδίοις οὐχ ἁπλῶς ἐπιτιθέασι τὰ ὀνόματα, ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ πατρὸς, τὸ δὲ ἀπὸ τοῦ πάππου, τὸ δὲ ἀφ᾽ ἑτέρων προγόνων καλοῦντες· πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας.

Ἄνθρωποι μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας ἐπινοοῦντες· ὁ δὲ Θεὸς ἀρετῆς ὑπόμνησιν καὶ διδασκαλίαν, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τῶν ἁγίων ἐναποτίθεται.

Τὸν γοῦν Πέτρον ἀπὸ τῆς ἀρετῆς οὕτως ἐκάλεσε, τὴν ἀπόδειξιν τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἐναποτιθέμενος αὐτοῦ τῷ ὀνόματι, ἵνα ἔχῃ διδάσκαλον διηνεκῆ, τὴν προσηγορίαν, τῆς τοιαύτης στεῤῥότητος. Τοῦτο καὶ τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον ἐκάλεσεν, ἀπὸ τῆς κατὰ τὸ κήρυγμα μεγαλοφωνίας. Ἀλλ᾽ ἵνα μὴ πάλιν τὰ αὐτὰ λέγων διενοχλῶ, ταῦτα ἀφεὶς, ἐκεῖνο ἐρῶ, ὅτι καὶ αὐτὰ καθ᾽ ἑαυτὰ λεγόμενα τὰ ὀνόματα τῶν ἁγίων, καὶ τοῖς φιλοθέοις εἰσὶν αἰδέσιμα, καὶ τοῖς ἁμαρτάνουσι φοβερά. Τὸν γοῦν Ὀνήσιμον δραπέτην καὶ κλέπτην γενόμενον, καὶ τῶν δεσποτικῶν ὑφελόμενόν τι χρημάτων, ὑποδεξάμενος ὁ Παῦλος καὶ μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας μυσταγωγίαν· εἶτα μέλλων ἀποδιδόναι τῷ δεσπότῃ πάλιν, τοῦτο πρὸς αὐτὸν ἔγραφε· Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς ὅτι τρία ἐπέθηκε, τὰ δεσμὰ τὰ διὰ τὸν Χριστὸν, τὴν πολιτείαν τὴν ἀπὸ τῆς ἡλικίας, τὴν αἰδῶ τὴν ἀπὸ τῆς προσηγορίας; Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν, τριπλοῦν ἐφιλονείκησε ποιῆσαι τὸν ὑπὲρ Ὀνησίμου δεόμενον, τὸν πρεσβύτην.

Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα; Εἰ γὰρ παιδίου φιλουμένου προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν. Ὅτι δὲ καὶ τοῖς ἁμαρτάνουσι φοβερὰ ἦν, καθάπερ παιδίοις ῥᾳθυμοῦσι τὰ τῶν διδασκάλων ὀνόματα, ἄκουσον πῶς Γαλάταις ἐπιστέλλων αὐτὸ τοῦτο ᾐνίξατο. Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν ἀπέκλιναν Ἰουδαϊκὴν, καὶ περὶ τὴν πίστιν αὐτὴν ἐκινδύνευον, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μηδὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, οὕτως ἔγραφεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

Εἶπες, Ἐγώ· τίνος ἕνεκεν προστιθεὶς τὸ ὄνομα; τὸ γὰρ, Ἐγὼ, οὐκ ἦν ἱκανὸν δηλῶσαι τὸν γράφοντα; Ἀλλ᾽ ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τοῦ διδασκάλου. Καὶ ἡμεῖς δὲ τὸ αὐτὸ τοῦτο πάσχομεν· ὅταν γὰρ ἀναμνησθῶμεν τῶν ἁγίων, κἂν ἐν ῥᾳθυμίᾳ ὦμεν, διανιστάμεθα, κἂν ἐν καταφρονήσει, φοβούμεθα. Παῦλον γοῦν τὸν ἀπόστολον ὅταν ἀκούσω ἐγὼ, ἐννοῶ τὸν ἐν θλίψεσι, τὸν ἐν στενοχωρίαις, τὸν ἐν πληγαῖς, τὸν ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον γενόμενον, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν εὐξάμενον ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν. Καὶ καθάπερ σειρά τις χρυσῆ, τῶν κατορθωμάτων ὁ ὁρμαθὸς μετὰ τῆς τοῦ ὀνόματος μνήμης τοῖς μετὰ ἀκριβείας προσέχουσιν ἐπεισέρχεται· καὶ οὐ μικρὸν ἡμῖν ἀπὸ τούτου γίνεται κέρδος.