Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τῶν ὄψεων εὐειδεῖς καὶ καλαὶ, ἂν μέν τινα καλλωπισμοῦ προσθήκην ἔξωθεν λάβωσιν, εἰς τὴν τῆς οἰκείας εὐμορφίας βλάπτονται δόξαν, τῶν ὑπογραμμάτων καὶ τῶν ὑπογραφῶν καὶ τῆς ἄλλης ἐπιτεχνήσεως μεριζομένων πρὸς ἑαυτὰς τὸν τοῦ κάλλους ἔπαινον· ἂν δὲ μηδὲν ἐπαγάγῃς αὐταῖς, μᾶλλον αὐτῶν ἐκφαίνεις τὴν εὐμορφίαν, γυμνῆς καθ᾽ ἑαυτὴν τῆς ὥρας ἀγωνιζομένης, καὶ ὁλόκληρον καρπουμένης τὸ θαῦμα· οὕτω καὶ ἐπὶ τῆς εὐσεβείας καὶ τῆς νύμφης τῆς πνευματικῆς, ἂν μέν τι τῶν ἔξωθεν ἐπεισαγάγῃς αὐτῇ, ἢ πλοῦτον, ἢ δυναστείαν, ἢ λόγων ἰσχὺν, ἐκένωσας τὴν δόξαν αὐτῆς, οὐκ ἀφεὶς ὁλόκληρον αὐτῆς φανῆναι τὸ θαῦμα, ἀλλ᾽ εἰς πολλὰ καταμερίσας αὐτῆς τὴν δόξαν· ἐὰν δὲ ἀφῇς γυμνὴν καθ᾽ ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι᾽ ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης.