Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η ερμηνεία της προσωνυμίας «Κλητός» και η ταπεινοφροσύνη ως θεμέλιο των αρετών

Εξετάζεται η χρήση της λέξης «κλητός» από τον απόστολο Παύλο ως αντίδοτο στην υπερηφάνεια και τις διχοστασίες των Κορινθίων, προβάλλοντας την ταπεινοφροσύνη ως απόλυτη βάση της πνευματικής ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 7

δʹ. Ἐνῆν καὶ πλείονα τούτων εἰς τὴν προσηγορίαν εἰπεῖν· ἀλλ᾽ ἵνα καὶ τῆς δευτέρας ἁψώμεθα λέξεως, ἐνταῦθα τὴν περὶ τοῦ ὀνόματος στήσας θεωρίαν, ἐπ᾽ ἐκείνην βαδιοῦμεν λοιπόν. Ὥσπερ γὰρ τὸ Παῦλος ὄνομα πολλὴν παρέσχεν ἡμῖν εὐπορίαν, οὕτω καὶ τὸ Κλητὸς, εἰ βουληθείημεν αὐτὸ καταμαθεῖν μετὰ τῆς προσηκούσης σπουδῆς, τῆς ἴσης ἢ καὶ πλείονος ἐμπλήσειε θεωρίας ἡμᾶς. Καὶ καθάπερ ἀπὸ κόσμου, ἢ διαδήματος βασιλικοῦ λίθον ἕνα τις ἐξελὼν, καὶ οἰκίας λαμπρὰς καὶ πολυτελεῖς ἀγροὺς, καὶ οἰκετῶν ἀγέλας, καὶ ἕτερα πολλῷ πλείονα τούτων πρίασθαι δύναιτ᾽ ἂν, τὸν μαργαρίτην ἀποδόμενος ἐκεῖνον· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων ῥημάτων, ἂν μιᾶς ῥήσεως ἔννοιαν ἀναπτύξαι θελήσῃς, πολλήν σοι παρέξει πνευματικῆς εὐπορίας ὑπόθεσιν, οὐκ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ πλέθρα γῆς κομίζουσα, ἀλλὰ θεοσεβείας καὶ φιλοσοφίας ἀφορμὰς ἐνιεῖσα ταῖς τῶν προσεχόντων ψυχαῖς. Σκόπει οὖν αὐτὸ τοῦτο τὸ Κλητὸς, εἰς ὅσην ἡμᾶς χειραγωγεῖ πραγμάτων ἱστορίαν πνευματικῶν.

Δεῖ δὲ πρότερον μαθεῖν, τί ποτέ ἐστιν αὐτὸ τὸ Κλητός· καὶ δεύτερον ἐξετάσαι, τίνος ἕνεκεν Κορινθίοις ἐπιστέλλων μόνον καὶ Ῥωμαίοις οὕτως ἔγραψεν, ἄλλῳ δὲ οὐδενί. Οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ποιεῖ. Εἰ γὰρ ἡμεῖς τῶν ἐπιστολῶν τὰς προῤῥήσεις οὐχ ἁπλῶς ποιούμεθα, ἀλλ᾽ ὑποδεεστέροις μὲν ἐπιστέλλοντες, Ὁ δεῖνα τῷ δεῖνι, γράφομεν, ὅταν δὲ ὁμοτίμοις, καὶ δεσπότην ἐν τῇ προῤῥήσει καλοῦμεν τὸν δεχόμενον τὴν ἐπιστολήν· ὅταν δὲ πολὺ τὴν ἀξίαν ὑπερέχωσι τὴν ἡμετέραν, καὶ ἕτερα πλείονα προστίθεμεν ὀνόματα, μείζονα ἔχοντα τὴν θεραπείαν· εἰ οὖν ἡμεῖς τοσαύτῃ προνοίᾳ κεχρήμεθα, καὶ οὐχ ἑνὶ τρόπῳ πᾶσι γράφομεν, ἀλλὰ τῇ διαφορᾷ τῶν δεχομένων προσώπων καταλλήλους ποιούμεθα τὰς προσηγορίας· πολλῷ μᾶλλον ὁ Παῦλος, οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τούτοις μὲν οὕτως, ἐκείνοις δὲ ἑτέρως ἐπέστελλεν, ἀλλὰ μετά τινος σοφίας πνευματικῆς. Ὅτι μὲν οὐδενὶ τῶν ἄλλων ἐπιστέλλων, κλητὸν ἑαυτὸν ἐν τῷ προοιμίῳ τῆς Ἐπιστολῆς ἐκάλεσεν, ἔξεστιν ἡμῖν αὐτὰς τῶν Ἐπιστολῶν τὰς ἀρχὰς ἐπελθοῦσι τοῦτο μαθεῖν.

Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἡμέτερον ἂν εἴη λοιπὸν εἰπεῖν, ἐπειδὰν δείξωμεν πρότερον τί ἐστιν ὁ κλητὸς, καὶ τί διὰ τῆς ῥήσεως ἡμᾶς διδάξαι ὁ Παῦλος ἠθέλησε ταύτης. Τί ποτ᾽ οὖν ἡμᾶς βούλεται διδάξαι διὰ τοῦ κλητὸν ἑαυτὸν καλέσαι; Ὅτι οὐκ αὐτὸς τῷ Δεσπότῃ προσῆλθε πρῶτος, ἀλλὰ κληθεὶς ὑπήκουσεν· οὐκ αὐτὸς ἐζήτησε καὶ εὗρεν, ἀλλ᾽ εὑρέθη πλανώμενος· οὐκ αὐτὸς πρὸς τὸ φῶς ἀνέβλεψε πρῶτος, ἀλλὰ τὸ φῶς τὰς οἰκείας ἀκτῖνας πρὸς τὰς ὄψεις ἀφῆκε τὰς ἐκείνου, καὶ τοὺς ἔξω πηρώσας ὀφθαλμοὺς, οὕτω τοὺς ἔνδοθεν ἤνοιξε. Βουλόμενος οὖν ἡμᾶς παιδεῦσαι ὅτι τῶν κατορθωμάτων αὐτοῦ πάντων οὐδὲν ἑαυτῷ λογίζεται, ἀλλὰ τῷ κεκληκότι Θεῷ, κλητὸν ἑαυτὸν καλεῖ. Ὁ γὰρ τὰς πύλας μοι τοῦ σκάμματος ἀνοίξας, φησὶ, καὶ τὸ στάδιον, οὗτος καὶ τῶν στεφάνων αἴτιος γίνεται· ὁ τὴν ἀρχὴν παρασχὼν καὶ τὴν ῥίζαν καταβαλλόμενος, οὗτος καὶ τῶν βλαστησάντων μοι μετὰ ταῦτα καρπῶν παρέσχε μοι τὰς ἀφορμάς. Διὰ τοῦτο καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Πλείονα πάντων ἐκοπίασα, ἐπήγαγεν, Οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις ἡ σὺν ἐμοί. Τὸ οὖν Κλητὸς ὄνομα οὐδενός ἐστιν ἔνδειξις ἑτέρου, ἢ τὸ μηδὲν οἰκεῖον νομίζειν εἶναι Παῦλον τῶν οἰκείων κατορθωμάτων, ἀλλὰ πάντα ἀνατιθέναι τῷ Δεσπότῃ Θεῷ.

Ὅπερ οὖν καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἐδίδασκε λέγων, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς· καὶ ὁ Ἀπόστολος τὸ αὐτὸ τοῦτο πάλιν ἐπὶ τῆς αὐτῆς Ἐπιστολῆς αἰνίττεται λέγων· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην· νῦν γὰρ, φησὶν, οὐκ ἐγὼ πρῶτος ἐπέγνων, ἀλλ᾽ αὐτὸς ἐπεγνώσθην πρῶτος. Διώκοντα γὰρ αὐτὸν καὶ πορθοῦντα τὴν Ἐκκλησίαν ὁ Χριστὸς ἐκάλεσε, λέγων· Σαῦλε, Σαῦλε, τί με διώκεις; Διὰ τοῦτο κλητὸν ἑαυτὸν καλεῖ. Τίνος ἕνεκεν Κορινθίοις οὕτως ἐπέστελλεν;

Ἡ Κόρινθος αὕτη τῆς Ἀχαΐας μητρόπολίς ἐστι, καὶ πνευματικοῖς ἐκόμα χαρίσμασι· καὶ μάλα εἰκότως· τῆς γὰρ Παύλου γλώττης πρώτη ἀπήλαυσε, καὶ καθάπερ ἄμπελος, ἀρίστου τινὸς καὶ ἐπιμελοῦς ἀπολαύουσα γεωργοῦ, πολλοῖς μὲν κομᾷ τοῖς φύλλοις, πολλῷ δὲ τῷ καρπῷ βρίθει διηνεκῶς· οὕτω δὴ καὶ ἡ πόλις ἐκείνη, ὥσπερ τινὸς ἀρίστου γεωργοῦ, τῆς Παύλου διδασκαλίας μετασχοῦσα πρώτη, καὶ ἐπὶ πολὺν ἐντρυφήσασα χρόνον τῇ τούτου σοφίᾳ, πᾶσιν ἐτεθήλει τοῖς ἀγαθοῖς· οὐ πνευματικῶν δὲ αὕτη χαρισμάτων περιουσία μόνη ἦν, ἀλλὰ καὶ βιωτικῶν πλεονεκτημάτων πολλὴν εἶχε τὴν ἀφθονίαν. Καὶ γὰρ σοφίᾳ λόγων τῶν ἔξωθεν, καὶ πλούτῳ καὶ δυναστείᾳ τῶν ἄλλων ἐκράτει πόλεων. Καὶ ταῦτα αὐτὴν ἐφύσησε καὶ πρὸς ἀπόνοιαν ἦρε, καὶ διὰ τῆς ἀπονοίας εἰς πολλὰ διέστησε μέρη.

Τοιαύτη γὰρ τῆς ὑπερηφανίας ἡ φύσις· τὸν τῆς ἀγάπης διαῤῥήγνυσι σύνδεσμον, καὶ τὸν πλησίον ἀποσχίζει, καὶ καθ᾽ ἑαυτὸν ἕκαστον εἶναι ποιεῖ τὸν κεκτημένον αὐτήν. Καὶ καθάπερ τοῖχος φυσηθεὶς διαλύει τὴν οἰκοδομὴν, οὕτω δὴ καὶ ψυχὴ φυσηθεῖσα τῆς πρὸς ἕτερον συναφείας οὐκ ἀνέχεται, ὃ δὴ καὶ ἡ Κόρινθος ἔπαθε τότε· καὶ πρὸς ἀλλήλους διεστασίαζον, καὶ εἰς πολλὰ μέρη τὴν Ἐκκλησίαν κατέτεμον, καὶ μυρίους ἑαυτοῖς ἑτέρους ἐπέστησαν διδασκάλους, καὶ κατὰ φρατρίας καὶ συμμορίας γενόμενοι ἐλυμήναντο τὸ τῆς Ἐκκλησίας ἀξίωμα. Ἐκκλησίας γὰρ ἀξίωμα, ὅταν σώματος ἀκολουθίαν πρὸς ἑαυτοὺς οἱ συλλεγόμενοι διατηρῶσι.

εʹ. Δεῖ δὲ ταῦτα ἀποδεῖξαι ὑμῖν πάντα, ὅτι πρῶτοι Παύλου τῆς διδασκαλίας Κορίνθιοι τότε ἀπήλαυσαν, ὅτι χαρισμάτων ἦσαν πνευματικῶν πεπληρωμένοι, ὅτι καὶ βιωτικοῖς πλεονεκτήμασιν ἐκράτουν, ὅτι διὰ ταῦτα ἀπονοηθέντες ἀλλήλοις ἀπεῤῥάγησαν, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις προσένεμον ἑαυτούς. Ὅτι μὲν οὖν πρῶτοι τῆς Παύλου διδασκαλίας ἀπήλαυσαν, ἄκουσον πῶς αὐτὸ τοῦτο ὁ Παῦλος ᾐνίξατο· Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ Ἰησοῦ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· ὁ δὲ γεννήσας πρῶτος εἰς φῶς ἄγει τὸ τεχθέν. Καὶ πάλιν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε· δεικνὺς ὅτι πρῶτος τὴν διδασκαλίαν κατεβάλλετο. Ὅτι δὲ χαρίσμασιν ἐκόμων πνευματικοῖς, ἐκεῖθεν δῆλον· Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ, τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι. Καὶ μὴν ὅτι σοφίας μετεῖχον τῆς ἔξωθεν, ἐξ ὧν πολλοὺς καὶ μακροὺς κατὰ τῆς σοφίας ἀποτείνει λόγους, δῆλον ἡμῖν ἐποίησεν. Οὐδαμοῦ γὰρ αὐτὸ ταχέως ἐν ἑτέρᾳ ποιήσας Ἐπιστολῇ, ἐνταῦθα καὶ πολλῇ κέχρηται τῇ κατηγορίᾳ· καὶ μάλα εἰκότως.

Ἐπειδὴ γὰρ ἐντεῦθεν ἡ φλεγμονὴ γέγονεν, ἐκεῖ καὶ τὴν τομὴν ἐπήγαγεν, οὕτω λέγων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Ὅρα πόση κατηγορία τῆς ἔξωθεν σοφίας, ὅτι μὴ μόνον μηδὲν φαίνεται συντελοῦσα πρὸς τὴν εὐσέβειαν, ἀλλὰ καὶ ἐμπόδισμα καὶ κώλυμα γίνεται.

Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τῶν ὄψεων εὐειδεῖς καὶ καλαὶ, ἂν μέν τινα καλλωπισμοῦ προσθήκην ἔξωθεν λάβωσιν, εἰς τὴν τῆς οἰκείας εὐμορφίας βλάπτονται δόξαν, τῶν ὑπογραμμάτων καὶ τῶν ὑπογραφῶν καὶ τῆς ἄλλης ἐπιτεχνήσεως μεριζομένων πρὸς ἑαυτὰς τὸν τοῦ κάλλους ἔπαινον· ἂν δὲ μηδὲν ἐπαγάγῃς αὐταῖς, μᾶλλον αὐτῶν ἐκφαίνεις τὴν εὐμορφίαν, γυμνῆς καθ᾽ ἑαυτὴν τῆς ὥρας ἀγωνιζομένης, καὶ ὁλόκληρον καρπουμένης τὸ θαῦμα· οὕτω καὶ ἐπὶ τῆς εὐσεβείας καὶ τῆς νύμφης τῆς πνευματικῆς, ἂν μέν τι τῶν ἔξωθεν ἐπεισαγάγῃς αὐτῇ, ἢ πλοῦτον, ἢ δυναστείαν, ἢ λόγων ἰσχὺν, ἐκένωσας τὴν δόξαν αὐτῆς, οὐκ ἀφεὶς ὁλόκληρον αὐτῆς φανῆναι τὸ θαῦμα, ἀλλ᾽ εἰς πολλὰ καταμερίσας αὐτῆς τὴν δόξαν· ἐὰν δὲ ἀφῇς γυμνὴν καθ᾽ ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι᾽ ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης.

Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐκ ἦλθον καθ᾽ ὑπεροχὴν λόγου, κηρύττων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ· καὶ, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Οὐχ ἁπλῶς εἶπε, τὰ μωρὰ, ἀλλὰ, Τὰ τοῦ κόσμου μωρά· οὐ πάντως δὲ, ὅτι τὰ τοῦ κόσμου μωρὰ, καὶ παρὰ τῷ Θεῷ μωρά· ἀλλὰ πολλοὶ τῶν ἐνταῦθα δοκούντων εἶναι ἀνοήτων, παρὰ τῷ Θεῷ πάντων εἰσὶ τῶν ἄλλων σοφώτεροι· ὥσπερ οὖν καὶ πολλοὶ τῶν ἐν πενίᾳ ζώντων ἐνταῦθα, πάντων εἰσὶν εὐπορώτεροι παρὰ τῷ Θεῷ. Ἐπεὶ καὶ ὁ Λάζαρος ἐκεῖνος πάντων πτωχότερος ὢν ἐν τῷ κόσμῳ, πάντων ἦν εὐπορώτερος ἐν τοῖς οὐρανοῖς. Μωρίαν τοίνυν τοῦ κόσμου καλεῖ τοὺς οὐκ ἔχοντας γλῶτταν ἠκονημένην, τοὺς τῆς ἔξωθεν οὐ μετεσχηκότας σοφίας, τοὺς εὐγλωττίας ἀπεστερημένους. Καὶ τούτους ἐξελέξατο, φησὶν, ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ πῶς, εἰπέ μοι, διὰ τούτων ἐκεῖνοι καταισχύνονται;

Διὰ τῆς τῶν πραγμάτων πείρας. Ὅταν γὰρ τὴν χήραν τὴν ἔξω καθημένην καὶ προσαιτοῦσαν, πολλάκις δὲ καὶ τὸ σῶμα ἀνάπηρον οὖσαν ἐξετάσῃς περὶ ἀθανασίας ψυχῆς, περὶ σωμάτων ἀναστάσεως, περὶ προνοίας Θεοῦ, περὶ τῆς κατ᾽ ἀξίαν ἀντιδόσεως, περὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, περὶ τοῦ φοβεροῦ δικαστηρίου, περὶ τῶν ἀποκειμένων τοῖς κατορθοῦσιν ἀγαθῶν, περὶ τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσι τιμωριῶν, περὶ τῶν ἄλλων ἁπάντων· εἶτα μετὰ ἀκριβείας ἀποκρίνεται καὶ πληροφορίας πολλῆς· ὁ δὲ φιλόσοφος καὶ μέγα ἐπὶ κόμῃ καὶ βακτηρίᾳ φρονῶν, μετὰ τοὺς πολλοὺς καὶ μακροὺς τῶν λόγων διαύλους, μετὰ τὰς πολλὰς καὶ ἀκαίρους ἀδολεσχίας, μηδὲ χᾶναι δύναται, μηδὲ διᾶραι στόμα περὶ τούτων ἔχει· τότε γνώσῃ καλῶς, πῶς Ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.

Ἅπερ γὰρ ἐκεῖνοι δι᾽ ἀπόνοιαν καὶ ὑπερηφανίαν οὐκ ἠδυνήθησαν εὑρεῖν, τῆς μὲν τοῦ Πνεύματος ἑαυτοὺς ἀποστήσαντες διδασκαλίας, τοῖς δὲ οἰκείοις λογισμοῖς τὸ πᾶν ἐπιῤῥίψαντες, ταῦτα οἱ πτωχοὶ καὶ ἀπεῤῥιμμένοι, καὶ τῆς ἔξωθεν ἀπεστερημένοι παιδεύσεως, μετὰ ἀκριβείας ἔμαθον ἅπαντα, τῆς ἐκ τῶν οὐρανῶν ἐξαρτήσαντες ἑαυτοὺς διδασκαλίας. Οὐκ ἐνταῦθα δὲ μόνον ἵσταται κατηγορῶν τῆς ἔξωθεν σοφίας, ἀλλὰ καὶ ἕτερα τούτων πλείονα προστίθησι λέγων· Ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ· καὶ παραινῶν τοῖς ἀκούουσι πάλιν μετὰ πάσης αὐτοῖς ἀτιμίας καὶ σφοδρότητος ἔλεγεν· Εἰ γάρ τις δοκεῖ, φησὶν, ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· καὶ πάλιν· Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.

ϛʹ. Ἀλλ᾽ ὅτι μὲν σοφίας μετεῖχον οἱ Κορίνθιοι, δῆλον ἐκ τούτων· ὅτι δὲ μέγα ἐφρόνουν καὶ ἐφυσῶντο, πάλιν ἐξ αὐτῆς τῆς Ἐπιστολῆς ἐστι φανερόν. Κατηγορήσας γάρ που τοῦ πεπορνευκότος, ἐπήγαγε λέγων· Καὶ ὑμεῖς δὲ πεφυσιωμένοι ἐστέ. Ὅτι δὲ ἐκ τῆς ἀπονοίας πρὸς ἀλλήλους ἤριζον, καὶ αὐτὸ τοῦτο ἐδήλωσε πάλιν εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καὶ τίς ὁ τῆς ἔριδος τρόπος; Εἰς πολλοὺς ἄρχοντας κατέτεμον ἑαυτοὺς, καὶ διὰ τοῦτό φησι· Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν φησιν· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Ταῦτα ἔλεγεν, οὐκ ἐπειδὴ Παύλῳ καὶ Κηφᾷ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλὰ τοῖς ὀνόμασι τούτοις ἀποκρύψαι βούλεται τοὺς τῆς στάσεως αἰτίους γεγενημένους, ὥστε μὴ φανεροὺς καταστήσας, φιλονεικοτέρους ποιῆσαι, καὶ εἰς μείζονα ἀναισχυντίαν ἀγαγεῖν. Ὅτι γὰρ οὐ Παύλῳ καὶ Πέτρῳ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλ᾽ ἑτέροις τισὶ, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἐγκαλέσας γὰρ αὐτοῖς ἐπὶ τῇ διαστάσει ταύτῃ, πάλιν ἐπήγαγε λέγων· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ὑμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.

Πολλοὶ γὰρ τῶν ἰδιωτῶν οὐκ ἔχοντες οἴκοθεν ἐπαίρεσιν, οὐδὲ τοὺς πλησίον δάκνειν, προστησάμενοί τινας ἑαυτῶν ἄρχοντας, τοῖς ἐκείνων πλεονεκτήμασιν εἰς τὴν καθ᾽ ἑτέρων ὑπερηφανίαν ἐκέχρηντο· καὶ ἡ τῶν διδασκόντων αὐτοὺς σοφία τῆς ἑτέρων αὐτοῖς ἀπονοίας ἐγένετο πρόφασις· ὅπερ ἐσχάτης δοξομανίας ἦν, οἴκοθεν οὐκ ἔχοντας ἐναβρύνεσθαι, ταῖς ἑτέρων ὑπεροχαῖς ἀποχρῆσθαι εἰς τὴν κατὰ τῶν ἀδελφῶν ὑπεροψίαν, Ἐπεὶ οὖν καὶ εἰς ἀπόνοιαν ἤρθησαν καὶ διεστασίαζον, καὶ εἰς πολλὰ κατέτεμνον μέρη ἑαυτοὺς, καὶ μέγα ἐφρόνουν ἐπὶ τῇ διδασκαλίᾳ, ὡς οἴκοθέν τε καὶ παρ᾽ ἑαυτῶν εὑρόντες, ἀλλ᾽ οὐχ ὡς ἄνωθεν δεξάμενοι καὶ ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ τῆς ἀληθείας δόγματα, βουλόμενος αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων· Εἰ ἐγὼ ὁ διδάσκαλος οὐδὲν οἴκοθεν εὗρον, οὔτε πρότερον αὐτὸς τῷ Θεῷ προσῆλθον, ἀλλὰ κληθεὶς τότε ὑπήκουσα, πῶς ὑμεῖς οἱ μαθηταὶ, καὶ παρ᾽ ἐμοῦ τὰ δόγματα δεξάμενοι, δύνασθε μέγα φρονεῖν, ὡς αὐτοὶ τούτων εὑρέται γενόμενοι; Διὰ τοῦτο καὶ προϊὼν ἔλεγεν αὐτοῖς· Τίς γάρ σε διακρίνει, τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;

Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ Κλητὸς τοῦτο, ἀλλ᾽ ἢ ταπεινοφροσύνης διδασκαλία, καὶ τύφου καθαίρεσις, καὶ πάσης ἀλαζονείας καταστολή· οὐδὲν γάρ ἐστιν, οὐδὲν οὕτως ὃ συγκρατεῖν καὶ συνέχειν ἡμᾶς δύναιτ᾽ ἂν, ὡς ταπεινοφροσύνη, καὶ μετριάζειν, καὶ τὸ κατεστάλθαι καὶ μηδὲν μηδὲν μηδέποτε περὶ ἑαυτῶν μέγα φαντάζεσθαι.

Ὅπερ καὶ ὁ Χριστὸς συνειδὼς, καὶ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας ἀρχόμενος, ἀπὸ ταπεινοφροσύνης πρῶτον τῆς παραινέσεως ἤρξατο, καὶ τὸ στόμα ἀνοίξας, τοῦτον πρῶτον εἰσήνεγκε τὸν νόμον, οὕτως εἰπών· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Καθάπερ γάρ τις οἰκίαν μεγάλην καὶ λαμπρὰν οἰκοδομεῖσθαι μέλλων, ἀνάλογον καταβάλλεται τὸν θεμέλιον, ὥστε δυνηθῆναι τὸ μετὰ ταῦτα ἐπιτιθέμενον ἐνεγκεῖν βάρος· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσοφίας ἐν ταῖς ψυχαῖς αὐτῶν ἐγείρων, ὥσπερ τινὰ θεμέλιον καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον, τὴν τῆς ταπεινοφροσύνης προκαταβάλλεται παραίνεσιν, εἰδὼς ὅτι ταύτης ἐῤῥιζωμένης ἐν ταῖς διανοίαις τῶν ἀκουόντων, ἅπαντα ἄλλα τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται. Ὥσπερ οὖν ταύτης ἀπούσης, κἂν ἅπασάν τις τὴν λοιπὴν ἀρετὴν κατορθώσῃ, εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν δέον ἐστὶ πεπονηκὼς, κατ᾽ ἐκεῖνον τὸν ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντα, ὃς τὸν μὲν πόνον ὑπέμεινε, τοῦ δὲ κέρδους οὐκ ἀπώνατο, ἐπειδὴ θεμέλιον οὐ κατέβαλεν ἀσφαλῆ· οὕτως ὁ χωρὶς ταπεινοφροσύνης ὁτιοῦν μετιὼν ἀγαθὸν, ἀπώλεσεν ἅπαντα καὶ διέφθειρε. Ταπεινοφροσύνην δὲ, οὐ τὴν ἐν ῥήμασι λέγω, οὐδὲ τὴν ἐπὶ τῆς γλώττης, ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ, τὴν ἀπὸ τῆς ψυχῆς, τὴν ἐν συνειδότι, ἣν ὁ Θεὸς δύναται μόνος ὁρᾷν.

Ἀρκεῖ τοῦτο τὸ πλεονέκτημα, καὶ καθ᾽ ἑαυτὸ πολλάκις φαινόμενον, ἵλεω ποιῆσαι τὸν Θεόν. Καὶ τοῦτο ὁ τελώνης ἐδήλωσεν· οὐδὲν γὰρ ἔχων ἀγαθὸν, οὐδὲ ἀπὸ κατορθωμάτων φανῆναι δυνάμενος, εἰπὼν μόνον, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθεν ὑπὲρ τὸν Φαρισαῖον δικαιωθείς· καίτοι γε οὐδὲ ταπεινοφροσύνης ἦσαν ἐκεῖνα τὰ ῥήματα, ἀλλ᾽ εὐγνωμοσύνης μόνον.

Ταπεινοφροσύνης μὲν γάρ ἐστιν ὅταν μεγάλα τις ἑαυτῷ συνειδὼς, μηδὲν μέγα περὶ αὑτοῦ φαντάζηται· εὐγνωμοσύνη δὲ, ὅταν, ἁμαρτωλὸς ὢν, αὐτὸ τοῦτο ὁμολογῇ. Εἰ δὲ ὁ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ἐπειδὴ τοῦτο, ὅπερ ἦν, ὡμολόγησεν, οὕτω τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο, πόσης ἀπολαύσονται παῤῥησίας οἱ πολλὰ μὲν ἔχοντες ἑαυτῶν κατορθώματα εἰπεῖν, πάντων δὲ ἐκείνων ἐπιλανθανόμενοι, καὶ εἰς τοὺς ἐσχάτους ἑαυτοὺς ἀριθμοῦντες;

Καθάπερ οὖν καὶ ὁ Παῦλος ἐποίησε· πρῶτος γὰρ ἁπάντων ὢν τῶν δικαίων, πρῶτον ἑαυτὸν τῶν ἁμαρτωλῶν ἔλεγεν εἶναι· οὐκ ἔλεγε δὲ μόνον, ἀλλὰ καὶ ἐπέπειστο παρὰ τοῦ Διδασκάλου μαθὼν, ὅτι μετὰ τὸ πάντα ποιῆσαι ἀχρείους δούλους ἑαυτοὺς χρὴ καλεῖν.

Τοῦτό ἐστι ταπεινοφροσύνη, τοῦτον ζηλώσατε οἱ κατορθώματα ἔχοντες, τὸν δὲ τελώνην ὑμεῖς οἱ ἁμαρτημάτων γέμοντες, καὶ ὁμολογῶμεν ὥσπερ ἐσμὲν, καὶ τὸ στῆθος πλήττωμεν, καὶ τὴν διάνοιαν πείθωμεν μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, ἀρκεῖ τοῦτο ἡμῖν εἰς προσφορὰν καὶ θυσίαν· καθάπερ καὶ ὁ Δαυῒδ ἔλεγε· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Οὐχ ἁπλῶς εἶπε τεταπεινωμένην, ἀλλὰ καὶ συντετριμμένην· τὸ γὰρ συντετριμμένον, καὶ διακεκλασμένον· οὐδὲ γὰρ, ἐὰν βούληται, ἐπαρθῆναι δύναται. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ταπεινώσωμεν μόνον τὴν ψυχὴν τὴν ἡμετέραν, ἀλλὰ καὶ συντρίψωμεν καὶ κατανύξωμεν· συντρίβεται δὲ οἰκείων ἁμαρτημάτων μεμνημένη συνεχῶς. Ἂν οὕτως αὐτὴν ταπεινώσωμεν, οὐδὲ βουλομένη πρὸς τῦφον ἀναστῆναι δυνήσεται, ὥσπερ τινὸς χαλινοῦ τοῦ συνειδότος ἐπιλαμβανομένου διεγειρομένης αὐτῆς, καὶ καταστέλλοντος καὶ πείθοντος μετριάζειν ἐν ἅπασιν. Οὕτω δυνησόμεθα παρὰ τῷ Θεῷ καὶ χάριν εὑρεῖν· Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἐναντίον Κυρίου εὑρήσεις χάριν. Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ, ἀλλὰ καὶ ἐνταῦθα δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἐκεῖνα ἅπαντα μετ᾽ εὐκολίας διαδραμεῖν τὰ δεινὰ, καὶ τὰς ἐκεῖ κειμένας τοῖς ἁμαρτάνουσι διαφυγεῖν τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ προηγουμένης, καὶ πάντα ἐξευμενιζούσης αὐτῷ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.