Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η αξία του αδελφικού ελέγχου και η ταπεινοφροσύνη του Μωυσή

Σε νέα ομιλία επεξηγείται η αναγκαιότητα των εκτενών προοιμίων και προβάλλεται η ωφέλεια του ειλικρινούς ελέγχου, με παράδειγμα την πραότητα του Μωυσή απέναντι στη διορθωτική συμβουλή του Ιοθώρ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ᾽ ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;» αʹ. Ἐνεκάλεσαν ἡμῖν τινες τῶν ἀγαπητῶν τῶν ἡμετέρων, ὅτι τοῦ λόγου τὰ προοίμια πρὸς μῆκος ἐκτείνομεν, καὶ εἰ μὲν δικαίως, ἢ ἀδίκως ἐνεκάλεσαν, τότε εἴσεσθε, ἐπειδὰν καὶ τὰ παρ᾽ ἡμῶν ἀκούσαντες, ὡς ἐν κοινῷ δικαστηρίῳ τὴν ψῆφον ἐνέγκητε. Ἐγὼ δὲ καὶ πρὶν ἀποδεῖξαι τοῦτο, χάριν αὐτοῖς ἔχω τῶν ἐγκλημάτων· κηδεμονίας γὰρ, οὐ πονηρίας ἐστὶ τὰ ἐγκλήματα· καὶ τὸν φιλοῦντά με, οὐχ ὅταν ἐπαινῇ με μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαλῇ καὶ διορθῶται, τότε φαίην ἂν ἔγωγε φιλεῖν. Τὸ μὲν γὰρ ἁπλῶς πάντα ἐπαινεῖν, καὶ τὰ καλῶς ἔχοντα, καὶ τὰ μὴ καλῶς, οὐκ ἔστι φιλοῦντος, ἀλλ᾽ ἀπατεῶνος καὶ εἴρωνος· τὸ δὲ ἐπαινεῖν μὲν ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ ἄν τι διαμαρτάνηται, τοῦτο φίλου καὶ κηδεμόνος. Καὶ ἵνα μάθητε, ὅτι τὸ ἁπλῶς πάντα ἐπαινεῖν καὶ μακαρίζειν ἐπὶ πᾶσιν, οὐκ ἔστι φίλου, ἀλλὰ πλανῶντος· Λαός μου γὰρ, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσι. Τὸν μὲν οὖν ἐχθρὸν οὐδὲ ἐπαινοῦντα δέχομαι, τὸν δὲ φίλον καὶ ἐγκαλοῦντα προσίεμαι.

Ἐκεῖνος, κἂν φιλῇ με, ἀηδής ἐστιν· οὗτος, κἂν τραυματίζῃ με, ποθεινός ἐστιν· ἐκείνου τὸ φίλημα ὑποψίας γέμει, τούτου τὸ τραῦμα κηδεμονίαν ἔχει. Διὰ τοῦτό φησί τις· Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Τί λέγεις; Τραύματα φιλημάτων βελτίονα, φησίν· οὐ γὰρ τῇ φύσει τῶν γινομένων, ἀλλὰ τῇ διαθέσει τῶν ποιούντων προσέχω.

Βούλει μαθεῖν, πῶς ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ; Ἐφίλησε τὸν Κύριον ὁ Ἰούδας, ἀλλὰ προδοσίας αὐτοῦ τὸ φίλημα ἔγεμεν, ἰὸν αὐτοῦ τὸ στόμα εἶχε, πονηρίας ἡ γλῶσσα ἐπέπληστο. Τὸν παρὰ Κορινθίοις πεπορνευκότα ἐτραυμάτισεν ὁ Παῦλος, ἀλλ᾽ ἔσωσε. Καὶ πῶς ἐτραυμάτισε; φησί.

Τῷ Σατανᾷ παραδούς. Παράδοτε γὰρ, φησὶ, τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Διὰ τί; Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Εἶδες τραύματα σωτηρίαν ἔχοντα; εἶδες φίλημα προδοσίας γέμον; Οὕτως Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Τοῦτο μὴ ἐπ᾽ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Θεοῦ, καὶ ἐπὶ τοῦ διαβόλου ἐξετάσωμεν. Ὁ μὲν φίλος, ὁ δὲ ἐχθρός· ὁ μὲν σωτὴρ καὶ κηδεμὼν, ὁ δὲ ἀπατεὼν καὶ πολέμιος. Ἀλλ᾽ ὁ μὲν ἐφίλησέ ποτε, ὁ δὲ ἐτραυμάτισε.

Πῶς ὁ μὲν ἐφίλησεν, ὁ δὲ ἐτραυμάτισεν; Ὁ μὲν εἶπεν, Ἔσεσθε ὡς θεοί· ὁ δὲ εἶπε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τίς οὖν ὠφέλησε μᾶλλον, ἐκεῖνος ὁ εἰπὼν, ὅτι Ἔσεσθε ὡς θεοὶ, ἢ οὗτος ὁ εἰπὼν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Οὗτος θάνατον ἠπείλησεν, ἐκεῖνος ἀθανασίαν ἐπηγγείλατο· ἀλλ᾽ ὁ μὲν ἀθανασίαν ἐπαγγειλάμενος, καὶ τοῦ παραδείσου ἐξέβαλεν· ὁ δὲ θάνατον ἀπειλήσας, εἰς τὸν οὐρανὸν ἀνήγαγεν.

Εἶδες πῶς Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ; Διὰ τοῦτο καὶ πρὶν ἀποδεῖξαι, χάριν ἔχω τοῖς ἐγκαλοῦσιν. Οἱ μὲν γὰρ, κἂν δικαίως, κἂν ἀδίκως ἐγκαλῶσιν, οὐκ ὀνειδίσαι βουλόμενοι, ἀλλὰ διορθῶσαι, τοῦτο ποιοῦσιν· οἱ δὲ ἐχθροὶ, κἂν δικαίως ἐγκαλῶσιν, οὐχὶ διορθῶσαι, ἀλλ᾽ ἐκπομπεῦσαι σπουδάζοντες ἐλέγχουσιν. Οὗτοι τοίνυν ἐπαινοῦντες, σπουδαιότερον ζητοῦσι ποιῆσαι, ἐκεῖνοι δὲ, κἂν ἐπαινῶσιν, ὑποσκελίσαι σπεύδουσι.

Πλὴν ὅπως ἂν ὁ ἔλεγχος κινῆται, μέγα ἀγαθὸν τὸ δύνασθαι φέρειν ἐλέγχους καὶ ἐγκλήματα, καὶ μὴ ἐκθηριοῦσθαι. Ὁ γὰρ μισῶν ἐλέγχους, ἄφρων ἐστὶ, φησίν. Οὐκ εἶπε, τοιούσδε ἢ τοιούσδε ἐλέγχους, ἀλλ᾽ ἁπλῶς, ἐλέγχους. Εἰ μὲν γὰρ δικαίως ἐνεκάλεσεν ὁ φίλος, διόρθωσαι τὸ ἁμάρτημα· εἰ δὲ ἀλόγως ἐμέμψατο, τέως ἐπαίνεσον αὐτὸν τῆς γνώμης, ἀπόδεξαι τὸν σκοπὸν, χάριν ὁμολόγησον τῆς φιλίας· ἀπὸ γὰρ τοῦ σφόδρα φιλεῖν τὸ ἐγκαλεῖν γίνεται. Μὴ δυσχεραίνωμεν ἐλεγχόμενοι. Καὶ γὰρ μεγάλα ὀνίνησι τοῦτο τὴν ζωὴν τὴν ἡμετέραν, εἰ γίνοιτο παρὰ πάντων, εἰ καὶ ἐλέγχοιμεν τοὺς ἁμαρτάνοντας, καὶ ἁμαρτάνοντες φέροιμεν τοὺς ἐλέγχους εὐκόλως· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων ἐστὶ τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ ἔλεγχοι· ὥσπερ οὖν ὁ τὰ φάρμακα διακρουόμενος, ἀνόητος, οὕτω καὶ ὁ τοὺς ἐλέγχους μὴ καταδεχόμενος, ἄφρων. Ἀλλ᾽ ἐκθηριοῦνται πολλοὶ πολλάκις, πρὸς αὐτοὺς ἐννοοῦντες καὶ λέγοντες· Σοφὸς, φησὶν, ἐγὼ καὶ συνετὸς τοῦ δεῖνος ἀνέξομαι; οὐκ εἰδότες, ὅτι τοῦτο αὐτὸ ἐσχάτης ἀνοίας τεκμήριον.

Εἶδον γὰρ, φησὶν, ἄνθρωπον δοκοῦντα σοφὸν εἶναι παρ᾽ ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος λέγει, Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς. Κἂν γὰρ μυριάκις εἶ σοφὸς, καὶ τὰ δέοντα συνορῶν, ἀλλ᾽ ἄνθρωπος εἶ, καὶ χρείαν ἔχεις συμβούλου. Ὁ Θεὸς γὰρ μόνος ἐστὶν ἀνενδεὴς, καὶ μόνος οὐ δεῖται συμβούλου. Δι᾽ ὃ καὶ περὶ ἐκείνου μόνου λέγεται· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἄνθρωποι δὲ, κἂν μυριάκις ὦμεν σοφοὶ, μυριάκις ἐλεγχόμεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται.

Οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, φησί. Διὰ τί; Ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. Τί φωτεινότερον ἡλίου; Ἀλλ᾽ ὅμως καὶ τοῦτο ἐκλείπει. Καθάπερ οὖν ἐκεῖνο τὸ φῶς τὸ λαμπρὸν, τὴν ἀπαστράπτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύπτει· οὕτω πολλάκις καὶ τὴν σύνεσιν τὴν ἡμετέραν, καθάπερ ἐν σταθηρᾷ μεσημβρίᾳ λάμπουσαν καὶ διαφαινομένην, ἐπελθοῦσα ἄνοια ἀπέκρυψε πολλάκις· καὶ ὁ μὲν σοφὸς τὸ δέον οὐ συνεῖδεν, ὁ δὲ ἐλάττων ἐκείνου πολλῷ ὀξύτερον ἐκείνου τοῦτο ἐφώρασε. Καὶ τοῦτο γίνεται, ἵνα μήτε ὁ σοφὸς ἐπαίρηται, μήτε ὁ εὐτελὴς ἑαυτὸν ταλανίζῃ. Μέγα ἀγαθὸν ἐλέγχους δύνασθαι φέρειν, μέγα ἀγαθὸν δύνασθαι ἐλέγχειν· τοῦτο κηδεμονίας μεγίστης. Νυνὶ δὲ ἂν μὲν ἴδωμεν ἄνθρωπον τὸν χιτωνίσκον ἔχοντα παραλελυμένον ἐκ πλαγίων, ἢ τὴν ἄλλην στολὴν κακῶς περικειμένην, διορθοῦμεν καὶ ὑπομιμνήσκομεν· ἂν δὲ ἴδωμεν αὐτοῦ τὴν ζωὴν παραλελυμένην, οὐδὲ λόγον προϊέμεθα. Ἂν ἴδωμεν αὐτοῦ τὸν βίον ἀσχήμονα ὄντα, παρατρέχομεν· καίτοι τὰ μὲν τῶν ἱματίων, μέχρι γέλωτος, τὰ δὲ τῆς ψυχῆς, μέχρι κινδύνου καὶ τιμωρίας ἐστίν. Ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελημένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ ὀρέγεις χεῖρα, οὐκ ἀνιστᾷς ἐκ τοῦ πτώματος; οὐκ ἐγκαλεῖς, καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷ καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτηρίας;

Καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τοῦ Θεοῦ; τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέλευσεν ὁ Θεός· τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα; Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ᾽ ἑκάστην ὑποσκελιζομένας ἡμέραν περιοψόμεθα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέτρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενοι φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα· διὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθηριούμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς, ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγχόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν.

βʹ. Βούλει μαθεῖν ὅτι κἂν σφόδρα συνετὸς ᾖς, κἂν σφόδρα ἀπηρτισμένος, κἂν πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν ἔλθῃς τῆς ἀρετῆς, χρείαν ἔχεις συμβούλου, καὶ διορθοῦντος καὶ ἐλέγχοντος; Ἄκουσον ἱστορίαν παλαιάν. Οὐδὲν Μωϋσέως ἦν ἴσον. Καὶ γὰρ πραότατος, φησὶν, ἦν πάντων ἀνθρώπων ἐκεῖνος, καὶ τῷ Θεῷ φίλος, καὶ τῆς ἔξωθεν φιλοσοφίας ἐνεπέπληστο, καὶ τῆς πνευματικῆς πλήρης ἦν συνέσεως. Ἐπαιδεύθη γὰρ, φησὶ, Μωϋσῆς πᾶσαν σοφίαν Αἰγυπτίων.

Εἶδες ἀπηρτισμένην αὐτοῦ τὴν παίδευσιν; Καὶ ἦν δυνατὸς ἐν λόγῳ, καὶ ἄλλῃ ἀρετῇ. Ἀλλ᾽ ἄκουσον καὶ ἑτέραν μαρτυρίαν. Πολλοῖς, φησὶ, προφήταις ὡμίλησεν ὁ Θεὸς, ἀλλ᾽ οὐδενὶ οὕτως ὡμίλησεν· ἀλλὰ τοῖς μὲν ἄλλοις ἐν αἰνίγμασι καὶ δι᾽ ὀνειράτων, τῷ δὲ Μωϋσῇ πρόσωπον πρὸς πρόσωπον. Τί μεῖζον τούτου ζητεῖς τεκμήριον τῆς ἀρετῆς ἐκείνου, ὅταν ὁ πάντων Δεσπότης τῷ δούλῳ ὡς φίλῳ διαλέγηται;

Ἦν τοίνυν σοφὸς καὶ τὴν ἔξω καὶ τὴν ἔσω παιδείαν· ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ· ἐπέτασσεν αὐτῇ τῇ κτίσει, ἐπειδὴ φίλος ἦν τοῦ Δεσπότου τῆς κτίσεως· ἐξήγαγε λαὸν τοσοῦτον ἐξ Αἰγύπτου· τὴν θάλασσαν ἔσχισε, καὶ πάλιν συνήγαγε· καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. Τότε γὰρ πρῶτον ἐπεῖδεν ἥλιος θάλασσαν οὐ πλεομένην, ἀλλὰ πεζευομένην, πέλαγος οὐχὶ κώπαις καὶ πλοίοις, ἀλλὰ ποσὶν ἵππων περώμενον.

Ἀλλ᾽ ὅμως ὁ σοφὸς, ὁ δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ, ὁ φίλος τοῦ Θεοῦ, ὁ τῇ κτίσει ἐπιτάξας, ὁ τοσαῦτα θαυματουργήσας, οὐ συνεῖδε πρᾶγμα πολλοῖς τῶν ἀνθρώπων εὐσύνοπτον· ἀλλ᾽ ὁ μὲν κηδεστὴς αὐτοῦ, βάρβαρος ἄνθρωπος καὶ εὐτελὴς, συνεῖδεν αὐτὸ, καὶ εἰς μέσον ἤγαγεν· ἐκεῖνος δὲ αὐτὸ οὐχ εὗρε. Τί οὖν ἐστι τοῦτο; Ἀκούσατε, ἵνα μάθητε, ὅτι ἕκαστος συμβούλου δεῖται, κἂν κατὰ Μωϋσέα γένηται, καὶ ὅτι τὰ τοὺς μεγάλους λανθάνοντα καὶ θαυμαστοὺς τοὺς ἀνθρώπους, τοὺς μικροὺς καὶ εὐτελεῖς πολλάκις οὐκ ἔλαθεν. Ἐπειδὴ γὰρ ἐξῆλθεν ὁ Μωϋσῆς ἐξ Αἰγύπτου, καὶ ἦν ἐν τῇ ἐρήμῳ, εἱστήκει πλησίον αὐτοῦ ὁ λαὸς ἅπας, ἑξακόσιαι χιλιάδες, καὶ πᾶσι διέλυσε τὰ ἐγκλήματα τοῖς πρὸς ἀλλήλους ἀμφισβητοῦσιν. Ἰδὼν τοίνυν αὐτὸν ὁ κηδεστὴς τοῦτο ποιοῦντα ὁ Ἰοθὼρ, ἄνθρωπος καὶ ἀνόητος καὶ ἐν ἐρήμῳ βεβιωκὼς, καὶ οὔτε νόμων οὔτε πολιτείας τινὶ κοινωνήσας ποτὲ, ἀλλ᾽ ἐν ἀσεβείᾳ ζῶν, οὗ τί γένοιτ᾽ ἂν μεῖζον ἀνοίας τεκμήριον;

Οὐδὲν γὰρ Ἑλλήνων ἀνοητότερον. Ἀλλ᾽ ὅμως ἐκεῖνος ὁ βάρβαρος, ὁ ἀσεβὴς, ὁ ἀνόητος, ἰδὼν οὐ δεόντως αὐτὸν ποιοῦντα, διώρθωσε τὸν Μωϋσέα, τὸν σοφὸν καὶ συνετὸν καὶ τοῦ Θεοῦ φίλον. Καὶ εἰπὼν πρὸς αὐτὸν, Τί οὗτοι ἑστήκασιν ἐνώπιόν σου; καὶ μαθὼν τὴν αἰτίαν λέγει· Οὐκ ὀρθῶς σὺ τοῦτο ἐποίησας, φησί. Μετ᾽ ἐπιτιμήσεως ἡ συμβουλή· καὶ οὔτε οὕτως ἠγρίανεν ἐκεῖνος, ἀλλ᾽ ἠνείχετο ὁ σοφὸς, ὁ συνετὸς καὶ τοῦ Θεοῦ φίλος, τοσαύταις ἐφεστηκὼς μυριάσιν. Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ παρὰ τοῦ βαρβάρου καὶ ἰδιώτου παιδεύεσθαι. Καὶ οὔτε τὰ θαύματα, ἅπερ εἰργάσατο, οὔτε τὸ μέγεθος τῆς ἀρχῆς αὐτὸν ἐπῆρεν, οὔτε τὸ παρόντων τῶν ὑπηκόων διορθοῦσθαι, ἐρυθριάσαι ἐποίησεν· ἀλλ᾽ ἐννοήσας ὅτι εἰ καὶ μεγάλα αὐτῷ εἴργασται σημεῖα, ἀλλ᾽ ὅμως ἀνθρωπίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ᾽ ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν. Πολλοὶ δὲ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ᾽ ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα· μᾶλλον ἀγνοεῖν ἢ μαθεῖν κατεδέξαντο, οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ τὸ ἀγνοεῖν κατηγορία· οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὸ ἐν ἀμαθείᾳ εἶναι· οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν ἀδιόρθωτα.

Ἔστι γὰρ, ἔστι καὶ παρὰ ἀνθρώπῳ μικρῷ καὶ εὐτελεῖ εὑρεθῆναί τι τῶν δεόντων, ὃ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εὕρηται. Ὅπερ οὖν συνιδὼν ὁ Μωϋσῆς ἤκουε μετὰ πάσης ἐπιεικείας ἐκείνου συμβουλεύοντος, καὶ λέγοντος· Ποίησόν σοι χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους· καὶ τὸ ῥῆμα τὸ βαρὺ ἀνοίσουσιν ἐπὶ σὲ, τὸ δὲ κοῦφον αὐτοὶ διαλύσονται. Καὶ ἀκούσας οὐκ ᾐσχύνθη, οὐκ ἠρυθρίασεν, οὐκ ᾐδέσθη τοὺς ὑπηκόους, οὐκ εἶπε πρὸς ἑαυτὸν, ὅτι Καταγνώσονταί μου οἱ ἀρχόμενοι, εἰ ἄρχων ὢν παρ᾽ ἑτέρου μανθάνω τὰ δέοντα· ἀλλὰ καὶ ἐπείσθη καὶ ἐποίησε τὸ πρόσταγμα, καὶ οὐ μόνον ἐκείνους οὐκ ᾐσχύνθη τοὺς τότε, ἀλλ᾽ οὐδὲ ἡμᾶς τοὺς μετὰ ταῦτα ἐσομένους· ἀλλ᾽ ὥσπερ ἐγκαλλωπιζόμενος τῇ διορθώσει τῇ παρὰ τοῦ κηδεστοῦ γενομένῃ, οὐ τοὺς τότε μόνον ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι σήμερον γενομένους, καὶ τοὺς αὖθις ἐσομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν γραμμάτων ἐδίδαξε, καὶ ὅτι αὐτὸς τὸ δέον συνιδεῖν οὐκ ἠδυνήθη, καὶ ὅτι τὴν διόρθωσιν ἐδέξατο παρὰ τοῦ κηδεστοῦ. Ἡμεῖς δὲ, ἐὰν ἄνθρωπον ἴδωμεν παρόντα ἐλεγχομένων ἡμῶν καὶ διορθουμένων, ἰλιγγιῶμεν, ἐξιστάμεθα, νομίζομεν τῆς ζωῆς ἐκπεπτωκέναι πάσης.

Ἀλλ᾽ οὐκ ἐκεῖνος· ἀλλ᾽ ὁρῶν τοσαύτας χιλιάδας παρούσας οὐκ ἠρυθρίασε, μᾶλλον δὲ τοσαύτας μυριάδας τότε, τὰς ἐξ ἐκείνου μέχρι νῦν κατὰ τὴν γῆν ἅπασαν, ἀλλὰ κηρύττει πᾶσι καθ᾽ ἑκάστην ἡμέραν διὰ τῶν γραμμάτων, ὅτι ὅπερ αὐτὸς οὐ συνεῖδε, τοῦτο ὁ κηδεστὴς συνεῖδε. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε, καὶ μνήμῃ παρέδωκε τὸ γεγενημένον; Ἵνα ἡμᾶς πείσῃ μηδέποτε ἐφ᾽ ἑαυτοῖς μέγα φρονεῖν, κἂν ἁπάντων ὦμεν σοφώτεροι, μηδὲ ἀτιμάζειν τὰς παρ᾽ ἑτέρων συμβουλίας, κἂν ἁπάντων ὦσιν εὐτελέστεροι.

Ἂν μὲν γάρ τι τῶν δεόντων συμβουλεύσῃ τις, κἂν οἰκέτης ᾖ, δέξαι τὴν παραίνεσιν· ἂν δέ τι τῶν ὀλεθρίων, κἂν ἐν ἀξιώματι τυγχάνῃ μεγίστῳ, παράπεμψαι τὴν γνώμην· οὐ γὰρ τῇ ποιότητι τῶν προσώπων τῶν συμβουλευόντων, ἀλλ᾽ αὐτῇ τῆς συμβουλῆς τῇ φύσει προσέχειν δεῖ πανταχοῦ. Ὅπερ οὖν καὶ Μωϋσῆς ἐποίησε, παιδεύων ἡμᾶς μὴ ἐρυθριᾷν ἐλεγχομένους, κἂν ὁλόκληρος ἡμῖν δῆμος παρῇ. Ἐγκώμιον γὰρ τοῦτο μέγιστον, καὶ ἔπαινος οὐχ ὁ τυχὼν, καὶ φιλοσοφίας ἔπαινος τῆς ἀνωτάτω, τὸ φέρειν ἔλεγχον γενναίως. Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γεγενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσοφίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν.

γʹ. Ἀλλὰ γὰρ ὑπὲρ προοιμίων ἀπολογούμενοι, πάλιν μεῖζον τὸ προοίμιον πεποιήκαμεν· ἀλλ᾽ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ᾽ ὑπὲρ τῶν μεγίστων ὑμῖν διαλεγόμενοι καὶ ἀναγκαιοτάτων, ἵνα γενναίως ἐλεγχόμενοι φέρωμεν, ἵνα προθύμως ἐλέγχωμεν τοὺς ἁμαρτάνοντας καὶ διορθῶμεν. Ἀνάγκη δὲ λοιπὸν ἀπολογήσασθαι ὑπὲρ τοῦ μήκους, καὶ εἰπεῖν τίνος ἕνεκεν μακρὰ ποιοῦμεν προοίμια. Τίνος οὖν ἕνεκεν τοῦτο ποιοῦμεν; Πλήθει τοσούτῳ διαλεγόμεθα, ἀνθρώποις γυναῖκας ἔχουσιν, οἰκίας προεστηκόσιν, ἐν ἐργασίᾳ καθημερινῇ ζῶσιν, ἐν βιωτικοῖς πράγμασι. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δυσχερὲς, ὅτι διηνεκῶς εἰσιν ἠσχολημένοι, ἀλλ᾽ ὅτι καὶ ἅπαξ τῆς ἑβδομάδος αὐτοὺς ἐνταῦθα λαμβάνομεν.

Βουλόμενοι τοίνυν εὐσύνοπτα κατασκευάζειν αὐτοῖς τὰ λεγόμενα, διὰ τῶν προοιμίων σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν σπουδάζομεν. Ὁ μὲν γὰρ μηδὲν ἔργον ἔχων, ἀλλ᾽ ἀεὶ ταῖς Γραφαῖς προσηλωμένος, οὐ δέεται προοιμίων, οὐ δεῖται κατασκευῆς, ἀλλ᾽ ἀκούσας εὐθέως τοῦ λέγοντος, δέχεται τῶν λεγομένων τὴν διάνοιαν· ἄνθρωπος δὲ τὸν μὲν πλείω χρόνον πράγμασι βιωτικοῖς προσδεδεμένος, ὀλίγον δὲ καὶ βραχὺ ἐνταῦθα παραγενόμενος, ἂν μὴ προοιμίων ἀκούσῃ καὶ κατασκευῆς πλείονος, καὶ πανταχόθεν ἴδῃ προοδοποιηθέντα αὐτῷ τὸν λόγον, οὐδὲν κερδάνας ἀπέρχεται. Οὐ τοῦτο δὲ μόνον ἡμῖν ἐστιν αἴτιον τοῦ μήκους τῶν προοιμίων, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τῶν γὰρ πολλῶν τούτων οἱ μὲν παραγίνονται, οἱ δὲ οὐ παραγίνονται πολλάκις. Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται. Ἔστι καὶ ἑτέρα χρεία προοιμίων ὑμῖν. Ὑποθέσεως ἁπτόμεθα μακροτέρας πολλάκις, ἢν οὐ δυνατὸν ἐν ἡμέρᾳ μιᾷ πρὸς τέλος ἀγαγεῖν, ἀλλὰ καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης ἡμῖν ἔστιν ὅτε ἐξηγήσεως εἰς τὴν αὐτὴν ἐδέησε πραγματείαν.

Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδασκαλίας ἀναλαβεῖν, ἵν᾽ οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέστερος ᾖ τοῖς ἀκροαταῖς. Καὶ ἵνα μάθῃς ὅτι χωρὶς προοιμίων εἰσαγόμενος λόγος οὐδενὶ γνώριμος ἔσται, ἰδοὺ χωρὶς προοιμίων αὐτὸν εἰσάγω νῦν πείρας ἕνεκεν.

Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁρᾶτε, μὴ συνίετε τὸ λεχθέν; μὴ ἴστε τὴν ἀκολουθίαν, τίνος ἕνεκεν εἴρηται; ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς τὸ θέατρον εἰσαγάγοι. Φέρε οὖν, αὐτὸν λοιπὸν ἐκκαλύψωμεν, τὸ προοίμιον ἀποδόντες αὐτῷ. Περὶ Παύλου δὲ ὁ λόγος ἦν πρώην ἡμῖν ἐνταῦθα, ὅτε περὶ τῶν ὀνομάτων διελεγόμεθα, καὶ ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη. Ἐντεῦθεν ἐξέβημεν εἰς παλαιὰν ἱστορίαν, καὶ τοὺς ἔχοντας ἐπωνυμίας ἐξητάσαμεν ἅπαντας. Εἶτα ἐκεῖθεν καὶ Σίμωνος ἐμνήσθημεν, καὶ τῆς τοῦ Χριστοῦ φωνῆς λεγούσης πρὸς αὐτὸν, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Εἶδες πῶς τὸ πρὸ μικροῦ δόξαν ἀπορίας γέμειν, γνωριμώτερον ἐγένετο νῦν; Ὥσπερ γὰρ σῶμα κεφαλῆς, καὶ ῥίζης δένδρον, καὶ ποταμὸς δεῖται πηγῆς, οὕτω καὶ προοιμίων λόγος. Ἐπεὶ οὖν ἐστήσαμεν ὑμᾶς ἐπ᾽ αὐτὴν τὴν ἀρχὴν τῆς ὁδοῦ, καὶ τὴν ἀκολουθίαν ἐδείξαμεν, ἁψώμεθα λοιπὸν αὐτοῦ τῆς ἱστορίας τοῦ προοιμίου. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου.