Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ᾽ ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;» αʹ. Ἐνεκάλεσαν ἡμῖν τινες τῶν ἀγαπητῶν τῶν ἡμετέρων, ὅτι τοῦ λόγου τὰ προοίμια πρὸς μῆκος ἐκτείνομεν, καὶ εἰ μὲν δικαίως, ἢ ἀδίκως ἐνεκάλεσαν, τότε εἴσεσθε, ἐπειδὰν καὶ τὰ παρ᾽ ἡμῶν ἀκούσαντες, ὡς ἐν κοινῷ δικαστηρίῳ τὴν ψῆφον ἐνέγκητε. Ἐγὼ δὲ καὶ πρὶν ἀποδεῖξαι τοῦτο, χάριν αὐτοῖς ἔχω τῶν ἐγκλημάτων· κηδεμονίας γὰρ, οὐ πονηρίας ἐστὶ τὰ ἐγκλήματα· καὶ τὸν φιλοῦντά με, οὐχ ὅταν ἐπαινῇ με μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαλῇ καὶ διορθῶται, τότε φαίην ἂν ἔγωγε φιλεῖν. Τὸ μὲν γὰρ ἁπλῶς πάντα ἐπαινεῖν, καὶ τὰ καλῶς ἔχοντα, καὶ τὰ μὴ καλῶς, οὐκ ἔστι φιλοῦντος, ἀλλ᾽ ἀπατεῶνος καὶ εἴρωνος· τὸ δὲ ἐπαινεῖν μὲν ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ ἄν τι διαμαρτάνηται, τοῦτο φίλου καὶ κηδεμόνος. Καὶ ἵνα μάθητε, ὅτι τὸ ἁπλῶς πάντα ἐπαινεῖν καὶ μακαρίζειν ἐπὶ πᾶσιν, οὐκ ἔστι φίλου, ἀλλὰ πλανῶντος· Λαός μου γὰρ, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσι. Τὸν μὲν οὖν ἐχθρὸν οὐδὲ ἐπαινοῦντα δέχομαι, τὸν δὲ φίλον καὶ ἐγκαλοῦντα προσίεμαι.