Ἀλλ᾽ οὐχ ὁ Παῦλος οὕτως, ἀλλὰ μιᾶς μόνης ἀκούσας φωνῆς αὐτοῦ τοῦ διωκομένου, εὐθέως προσέδραμεν, εὐθέως ὑπήκουσε, καὶ πολλὴν ἐπεδείξατο τὴν μεταβολήν. Εἰ δὲ μὴ ἀπεκάμετε τῷ μήκει τῶν εἰρημένων, ἔτι εἰς ἐγγύτερον παράδειγμα ἄγω τὸν λόγον. Καὶ γὰρ καὶ τοῦ Υἱοῦ ἤκουσαν, καὶ οὕτως ἤκουσαν ὡς Παῦλος ἤκουσε, καὶ ἐν καιρῷ τοιούτῳ ἤκουσαν, οἵῳ Παῦλος ἤκουσε, καὶ οὐδὲ οὕτως ἐπίστευσαν. Καθάπερ γὰρ Παῦλος ὅτε ἐμαίνετο, ὅτε ἠγριαίνετο, ὅτε ἐπολέμει τοῖς μαθηταῖς, ἤκουσε τῆς φωνῆς, οὕτω καὶ Ἰουδαῖοι. Ποῦ, καὶ πότε; Ἐξῆλθον ἐν τῇ νυκτὶ μετὰ φανῶν καὶ λαμπάδων εἰς τὴν σύλληψιν αὐτοῦ· ἐνόμιζον γὰρ ἀνθρώπῳ ψιλῷ ἐπιτίθεσθαι. Βουλόμενος τοίνυν αὐτοὺς διδάξαι τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ ὅτι Θεός ἐστι, καὶ πρὸς κέντρα λακτίζουσι, λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ἔμπροσθεν αὐτοῦ καὶ πλησίον εἱστήκεισαν, καὶ οὐχ ἑώρων αὐτόν· ἀλλ᾽ αὐτὸς ὁ ζητούμενος αὐτοὺς ἐχειραγώγει πρὸς τὴν εὕρεσιν τὴν ἑαυτοῦ, ἵνα μάθωσιν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, ὅτι, εἰ μὴ ἐβούλετο συγχωρῆσαι, οὐκ ἂν περιεγένοντο. Πῶς γὰρ, οἱ μηδὲ εὑρεῖν αὐτὸν δυνηθέντες; Τί λέγω, εὑρεῖν αὐτὸν μὴ δυνηθέντες; Ἀλλ᾽ οὔτε ἰδεῖν αὐτὸν παρόντα ἴσχυσαν· οὐ μόνον δὲ παρόντα οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ καὶ ἐρωτῶντι ἀποκρινόμενοι, οὐδὲ οὕτως ᾔδεσαν ὅστις ποτὲ ἦν ὁ παρών· οὕτω μεθ᾽ ὑπερβολῆς ἁπάσης ἀπετύφλωσεν αὐτῶν τοὺς ὀφθαλμούς.