Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ὥστε παρῆσαν μὲν, οὐκ ἐνομίζοντο δὲ παρεῖναι, ἐπειδὴ τοῦ προφήτου οὐκ ἤκουον· διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὰν δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχοντες ὦσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις διαλέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Οὕτω καὶ ἕτερος προφήτης φησὶν ὁ Ἱερεμίας. Καὶ γὰρ καὶ ἐκεῖνος ἐν μέσῳ πλήθει τῶν Ἰουδαίων ἑστὼς, ἐν αὐτῇ τῇ πόλει, ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν, ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τῶν σωμάτων ἐστὶν, ἀλλ᾽ οὐ πλῆθος ἀνθρώπων· σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοήν.