Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμπων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ᾽ αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ᾽ ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; Ἄνδρα δίκαιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀνθρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τὴν τῶν ἡδονῶν ὑπηρέτην, οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ τῶν τοῦ κόσμου ἐκέχρητο. ᾬκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ᾽ ὑπὸ πέτραν αὐτόροφον.