Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των προφητοκτονιών και επίλογος

Καταδίκη του Ηρώδη ως συνεχιστή της παράδοσης των φόνων των προφητών και τελική δοξολογία προς τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε γλῶσσα τρανὴ ὑπῆρχεν, οὔτε ὀδόντες ἐν τῷ στόματι, ἵνα τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψωσιν; Οὐκ ἤρκεσεν ἐκείνων ἡ τοσαύτη ὠμότης. Ἀλλὰ καὶ σὺ τὸ ἄσπλαγχνον ἐκείνου μιμησάμενος, Ἰωάννην ἀπέτεμες, οὗ μιᾶς τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γόνους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλησίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι; λέγει Κύριος. Ὢ πόλις αἱμάτων, ἐν ᾗ Ἡρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, καὶ τοῖς τρόποις ὅμοιος. Οἴμοι, οἱ δοκοῦντες εἶναι τῆς εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Ὑπὸ τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ᾽ αὐτῶν διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐνέπρισαν, τὸν Ἱερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαὶ ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν ἐσταύρωσαν. Ἀλλ᾽ ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος ἀναδράμωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.