Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν παραβολὴν τῆς συκῆς

Ἰωάννης ὁ Χρυσόστομος

Αλληγορική ερμηνεία της παραβολής: Ο συμβολισμός της συκής και του χρόνου

Απόρριψη της ταύτισης της συκής με την ιουδαϊκή συναγωγή. Ανάλυση της συκής ως συμβόλου της αμαρτίας και των φύλλων της πτώσης του Αδάμ, και ερμηνεία του πρωινού χρόνου ως λήξης του σκότους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Τί γὰρ τὸ ἀναγκαῖον ἦν τῷ λόγῳ ξηραίνεσθαι τὴν συκῆν, καὶ μὴ λόγῳ ταύτην καρποφορεῖν; Ὁ γὰρ ῥήματι ξηράνας αὐτὴν ἠδύνατο καὶ ῥήματι εὔκαρπον αὐτὴν ποιῆσαι. Τί δὲ καὶ ἥμαρτεν ἡ συκῆ, εἴποι τις ἂν, ὁπότε οὐκ ἦν αὐτῆς ὁ καιρὸς, Μάρκου τοῦ εὐαγγελιστοῦ λέγοντος χειμῶνα εἶναι κατ᾽ ἐκεῖνον τὸν καιρόν; Καὶ εἰ μή τί ἐστι μυστήριον ὑπὲρ ἄνθρωπον ἐν αὐτῇ τελούμενον, εὑρεθήσεται ὁ Κύριος κατὰ μὲν ἕνα τρόπον ἐπαινετὸς, κατὰ δὲ ἕτερον μεμπτέος· ἐπαινετὸς μὲν γὰρ, ὅτι λόγῳ αὐτὴν ἐξήρανε· μεμπτέος δὲ, ὅτι ἀδίκως αὐτὴν κατηράσατο. Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ, τίνος ἔφερεν εἰκόνα ἡ συκῆ· οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενόμενον πρᾶγμα, ὃ οὐκ εἶχε μυστήριον. Ὅλως οὐδὲν ἦν παρ᾽ αὐτοῦ γινόμενον ἔργον, ὃ μὴ σφόδρα ὠφέλιμον· οὐδὲν ὃ μὴ ἐβόα τὴν ἀλήθειαν· οὐδὲν ὃ μὴ πρὸς τὴν τῶν οὐρανίων παραδοχὴν ἐκίνει τὸν νοῦν. Ταύτην τὴν συκῆν οἱ πολλοὶ τῶν ἑρμηνέων εἰρήκασι τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι, ἐφ᾽ ἢν ἦλθε, φησὶν, ὁ Κύριος, ζητῶν ἐν αὐτῇ καρπὸν πίστεως· καὶ οὐχ εὗρεν, εἰ μὴ μόνον λόγοις προφητῶν καὶ νόμου καθάπερ φύλλοις κομῶσαν· διὸ καὶ ἐξήρανε, λέγων· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Ἐγὼ δὲ τῇ ἑρμηνείᾳ ταύτῃ πειρῶμαι ἀντιλέγειν, ἀγαπητοί· οὐ γὰρ οὕτως ἔχει ἡ ἀκρίβεια τοῦ νοήματος. Πῶς γὰρ ἂν κατηράσατο ὁ Κύριος, λέγων, Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε;

πῶς δὲ καὶ τὴν συναγωγὴν κατηράσατο ἂν καὶ ἐξήρανεν ὁ λέγων, Οὐκ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀπολέσαι, ἀλλὰ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός; Εἰ δέ τις ἔτι ἀντιλέγει καὶ φιλονεικεῖ, λέγων, τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι τὴν συκῆν ἀκριβῶς, λεγέτω πῶς ἡ ἀπὸ ῥιζῶν ξηρανθεῖσα συναγωγὴ τοιοῦτον ἔγκαρπον κλάδον ἐβλάστησε, τὸν γλυκύτατον Παῦλον. Πολλοὺς δὲ καὶ ἄλλους ἐπιστρέψαντας ἔγνωμεν ἐκ τῆς τῶν Ἰουδαίων συναγωγῆς· καὶ γὰρ καὶ Στέφανος ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐξ ἐκείνης τῆς συναγωγῆς ἐτύγχανε, καὶ Ἀκύλας καὶ Πρίσκιλλα καὶ πολλοὶ ἄλλοι, ὧν τὸν κατάλογον νῦν τῶν ὀνομάτων διὰ τὸ πλῆθος τῶν λέξεων παραιτούμεθα λέγειν. Ὅτι δὲ οὐ παντελῶς ἀπώσατο ὁ Θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, μαρτυρείτω μοι Παῦλος λέγων· Λέγω οὖν, Μὴ παντελῶς ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν.

Οὐκ ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ. Ἀλλὰ γὰρ καὶ σωτηρίαν τῷ λαῷ ἐκείνῳ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐπαγγέλλεται ἐν τῷ λέγειν· Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Εἰ γὰρ καὶ ἐχθρὸν γεγόνασιν Ἰουδαῖοι τοῦ Θεοῦ, δι᾽ ἡμᾶς γεγόνασιν, ἵνα τῇ ἐκείνων ἀπειθείᾳ ἡμεῖς ἐλεηθῶμεν, ὡς μαρτυρεῖ μοι Παῦλος λέγων, Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι᾽ ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις ἁγία. Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα. Ἀλλ᾽ ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περιβόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν· ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες; Ἦλθεν οὖν ὁ Χριστὸς, καὶ τὴν ἔτι ἐν σοὶ ἀνθοῦσαν συκῆν τὸ τῆς αἰσχύνης κάλυμμα τῷ λόγῳ ἐξήρανεν· ἦρέ σου τὴν πενίαν, καὶ δέδωκέ σοι τὸν πλοῦτον· ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖσαν· ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς. Ποῖα σῦλα; Ἃ ὄφις ἐσυλαγώγησεν ἐν σοὶ ἐν τῷ παραδείσῳ, τὴν ἰσάγγελον ζωὴν, τὴν τοῦ παραδείσου τρυφὴν, τὴν τῆς ἀφθαρσίας στολήν.

βʹ. Ἀλλ᾽ ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον. Πρωῒ γὰρ, φησὶν, ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε. Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ· ὄρθρος γὰρ ὁ Χριστὸς, καθάπερ φησὶν ὁ προφήτης· Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς. Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορφον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι· πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπετάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι· Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβολος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν. Ὅθεν ὁ προφήτης ἐπεύχεται λέγων· Πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου. Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο. Διὸ πάντες οἱ προφῆται ὁμοθυμαδὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ· τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ διαβόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει.

Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ Ἐκκλησία ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα.

Πρωῒ, φησὶν, ἐπανάγων. Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπανάγει. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπείνασε.

Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον· καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων· Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου· ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος· Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐτὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ᾽ αὐτήν. Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον· ἀλλ᾽ ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν. Ὑπὸ τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος· Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλλουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν· Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει.

Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν· πρὸς ὃν ἔλεγε· Σπεύσας κατάβηθι. [Ἐκεῖ ὁ ὄφις καμπύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυπται. Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγελιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος. Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος. Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ· πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς· γλυκεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγγίζοντας αὐτῇ καταῤῥηγνῦσα. Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ· γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φάρυγγα· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον διστόμου μαχαίρας. Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου.

Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ· γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα. Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμιλοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν· φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ. Ἦλθε τοίνυν ὁ Κύριος ἀπὸ οὐρανῶν· ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων εὕρασθαι· εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου τούτου ἑστῶσαν· ἦλθεν ἐπ᾽ αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου. Διὰ τί;