Τί εἶχον ποιῆσαι πρὸς τὰ ῥήματα ταῦτα; ἠδυνάμην μὴ ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι; Σὺ δίκασον ὁ θυμούμενος. Ἀλλ᾽ οὐ πέφυκα, φιλάνθρωπος ὢν, ἀπάνθρωπόν τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι, ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν, ὃν ἐκ τῶν ἐμῶν σπλάγχνων ἐγέννησα. Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν· ὁ οὐρανὸς σὸς, τὸ στερέωμα σὸν, ὁ ἥλιος δᾳδοῦχος σὸς, ἡ σελήνη θεραπαίνη σὴ, οἱ ἀστέρες λαμπτῆρες σοὶ, ὁ ἀὴρ τροφεὺς σὸς, καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σὰ, ὁ κόσμος σὸς, ἡ Ἐκκλησία σὴ, τὸ θυσιαστήριον σὸν, ὁ μόσχος ὁ σιτευτὸς σὸς, ἡ θυσία σὴ, οἱ ἄγγελοι σοὶ, οἱ ἀπόστολοι σοὶ, οἱ μάρτυρες σοί· τὰ παρόντα σὰ, τὰ μέλλοντα σὰ, ἡ ἀνάστασις σὴ, ἡ ἀθανασία σὴ, ἡ ἀφθαρσία σὴ, ἡ βασιλεία τῶν οὐρανῶν σὴ, πάντα τὰ φαινόμενα καὶ τὰ νοούμενα σά. Μὴ τὰ σὰ ἀπήγαγον, κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος; οὐχ ὅμοιός εἰμι καὶ σοῦ κἀκείνου πατήρ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωὴν, κἀκεῖνον διὰ τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν, κἀκεῖνον διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν.