Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν παραβολὴν τοῦ Σαμαρείτου
Το πανδοχείο της Εκκλησίας και το ποιμαντικό έργο
Συμβολισμός της Εκκλησίας ως πανδοχείου, ανάδειξη του Αποστόλου Παύλου ως προτύπου ποιμένα και τελική ηθική προτροπή με δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το πανδοχείο της Εκκλησίας και το ποιμαντικό έργο
Συμβολισμός της Εκκλησίας ως πανδοχείου, ανάδειξη του Αποστόλου Παύλου ως προτύπου ποιμένα και τελική ηθική προτροπή με δοξολογία.
Οὐ γὰρ χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους ἀνήνεγκεν, ἀλλὰ τὸν κατ᾽ εἰκόνα ἄνθρωπον ἀνήνεγκεν ἀπὸ γῆς εἰς οὐρανοὺς, εἰς τὸ μέγα καὶ θαυμαστὸν καὶ εὐρύχωρον πανδοχεῖον, εἰς ταύτην τὴν καθολικὴν Ἐκκλησίαν.
Καὶ παρέδωκε τῷ πανδοχεῖ, τῷ μακαρίῳ Παύλῳ, τῷ στύλῳ τῶν Χριστιανῶν, τῷ γνησίῳ πανδοχεῖ, δοὺς αὐτῷ δύο δηνάρια· διὰ δὲ Παύλου τοῖς καθ᾽ ἑκάστην Ἐκκλησίαν ἀρχιερεῦσι καὶ διδασκάλοις καὶ λειτουργοῖς· δύο δηνάρια, Παλαιάν τε καὶ Καινὴν Διαθήκην, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι δ᾽ ἂν προσδαπανήσῃς, ἐγὼ ἐλθὼν ἀποδώσω σοι.
Ὁ δὲ λέγει, τοῦτό ἐστιν· Ἐπιμέλησαι, φησὶ, τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν, ὅν σοι παρέδωκα ἐν τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτοὺς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλάστρου, τὰ προφητικὰ ῥήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης νουθεσιῶν καὶ παρακλήσεων, πείθων αὐτοὺς ἀποστῆναι τῆς ἁμαρτίας, καὶ καταλεῖψαι τὴν τοῦ διαβόλου πλάνην. Ἐὰν δὲ καὶ οὕτως ἀδιόρθωτοι μείνωσι, πεῖσον αὐτοὺς ἀπὸ τῶν σῶν κατορθωμάτων, κάμψον αὐτοὺς διὰ τῶν αὐστηρῶν σου λόγων· τύπος αὐτῶν γενοῦ, καὶ ὑπογραμμὸς ἀγαθὸς, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ἐν πίστει, ἐν ἀγάπῃ, ἐν σεμνότητι, ἵνα τῷ σῷ τύπῳ ἐξακολουθήσωσι, καὶ μιμηταί σου γίνωνται τῆς ἀγαθῆς πολιτείας. Καὶ τοῦτο ἂν ποιήσῃς, καὶ ἰδίαν τινὰ προσθήκην λόγων ἢ ἔργων παράσχῃς, εἴ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐπανελθὼν ἀποδώσω σοι· τουτέστιν, ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ τῆς ἀνταποδόσεως ἄξιον τῶν καμάτων σου ἀποδώσω σοι τὸν μισθόν. Διὰ τοῦτο Παῦλος θαῤῥῶν ταῖς ὑποσχέσεσι ταύταις λέγει· Ἐγὼ δὲ ἥδιστα ὑπὲρ Χριστοῦ δαπανήσω, καὶ ἐκδαπανήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν· τὴν εἰς τὰ ἔθνη λέγων διδασκαλίαν καὶ τὴν διακονίαν τοῦ λόγου.
Αὐτὸς γάρ ἐστιν ὁ τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐποικοδομῶν καὶ στηρίζων, καὶ πάντας ἀνθρώπους θεραπεύων διὰ τῶν πνευματικῶν νουθεσιῶν, ἑκάστῳ τὰ πρόσφορα νέμων, ὁδηγεῖ τὰς ψυχὰς ἡμῶν εἰς ζωὴν αἰώνιον. Τοῖς πᾶσι γὰρ, φησὶ, γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας σώσω.
Οὗτός ἐστιν ὁ καλὸς τῆς Ἐκκλησίας πανδοχεὺς, πάντας δέχεται καὶ πάντας ἐπιμελεῖται· οὐ πόρνον ἀπωθεῖται, οὐ μέθυσον, οὐ λοίδορον, οὐχ ἅρπαγα ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐχ ἕτερόν τινα ἀσεβῆ καὶ ἀκάθαρτον ἀποδιώκει, ἀλλὰ τοὺς πάντας δέχεται. Καθάπερ ἰατρὸς ἀποπλύνει τὰ τραύματα, καὶ διὰ λουτροῦ τῆς ἀναγεννήσεως ἀποσμήχει καὶ καθαίρει, καὶ προσφέρει τὰ στυπτικὰ ῥήματα, ὥσπερ οἶνον. πρὸς τὸ μὴ ἄγεσθαι ταῖς κατὰ ἄγνοιαν πραχθείσαις ἁμαρτίαις ἤτοι κακίαις. Καὶ πάλιν θεραπεύει διὰ παρακλήσεως, δίκην ἐλαίου ἀλείφων τὰς ψυχὰς ἡμῶν· λέγει γὰρ οὗτος· Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅσοι τοίνυν τῶν τοῦ Παύλου ῥημάτων μαθηταὶ τυγχάνετε, τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάξωμεν· ἵνα μὴ τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἐκπέσωμεν καὶ πόλεως Θεοῦ ζῶντος. Γένοιτο δὲ θεραπευθέντας ἡμᾶς καὶ ψυχῆς καὶ σώματος τραύματα, ἐν ὑγείᾳ καὶ τελειότητι πίστεως παραστῆναι τῷ Χριστῷ σώους καὶ ἀνεκλύτους, μὴ λειπομένους ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἀπολαῦσαι τῆς ἐν οὐρανοῖς ἀγαθῆς ἐπαγγελίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.