Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν παραβολὴν τοῦ Σαμαρείτου

Ἰωάννης ὁ Χρυσόστομος

Τα τραύματα της αμαρτίας, ο Νόμος και η έλευση του Χριστού

Ταύτιση των ληστών με τις δαιμονικές δυνάμεις, αναφορά στην αδυναμία του Νόμου να προσφέρει σωτηρία και ταύτιση του εύσπλαχνου Σαμαρείτη με τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Καὶ ἐμπίπτει εἰς τοὺς λῃστὰς, τουτέστιν, εἰς τὸν διάβολον καὶ τὰς ἀντικειμένας αὐτῷ δυνάμεις. Ὁδὸς δέ ἐστιν ὁ βίος οὗτος, ὅπου περιπατήσας ὁ Ἀδὰμ ἔπεσεν εἰς τοὺς λῃστὰς, καὶ ἐκδιδύσκουσιν αὐτόν. Καὶ τί αὐτὸν ἐξέδυσαν; Τὴν στολὴν τῆς ὑπακοῆς, τὴν μετ᾽ ἀγγέλων φιλίαν, τὴν ἀκήρατον δόξαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἐν παραδείσῳ τρυφὴν, τὴν ἐπουράνιον ζωήν.

Ταύτην αὐτὸν ἐξέδυσαν τὴν στολήν. Καὶ πληγὰς αὐτῷ ἐπέθηκαν, τουτέστι, τὰς ἁμαρτίας, πορνείας, μοιχείας, εἰδωλολατρείας, φαρμακείας, φόνους, φθόνους, ἔρεις, θυμὸν, καὶ πᾶσαν τὴν λοιπὴν τῶν κακῶν ἐργασίαν.

Ταῦτα γὰρ τὰ ἔργα μαστιγοῦσι τὸν ἄνθρωπον, ταῦτα δυσωδίαν καὶ φθορὰν ἐμποιοῦσι. Καὶ ὅτι ἔστι τοῦτο ἀκριβῶς, μάθε παρὰ τοῦ Δαυῒδ, πῶς τὰς τοῦ Ἀδὰμ πληγὰς εἰς ἑαυτὸν εἰκονογραφῶν, μώλωπας αὐτὰς καλῶς λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα δὲ ἁμαρτία μώλωπα καὶ τραῦμα ἐργάζεται. Ἐτραυματίσθη τοίνυν διὰ τῆς παρακοῆς, ἐπλήγη διὰ τῶν ἀνομιῶν, ὥς φησιν ὁ προφήτης· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· τουτέστι, τοῦ φυλάξαι τὴν ἐντολὴν τοῦ Θεοῦ. Ἡμιθανῆ δὲ, φησὶ, τοῦτον κατέλιπον, οὐχ ὡς μὴ βουλόμενοι τοῦτον ἀναιρεῖν, ἀλλ᾽ ὡς τοῦ Θεοῦ μὴ συγχωροῦντος. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Καὶ ποῦ αὐτὸν καταλείπουσιν; Εἰς τὴν ὁδὸν, τουτέστιν, εἰς τὸν βίον τοῦτον· ὁδὸς γὰρ λέγεται ὁ αἰὼν οὗτος, ἐπειδὴ πάντες ἄνθρωποι δι᾽ αὐτοῦ διέρχονται. Καταλαβὼν δὲ, φησὶν ὁ ἱερεὺς ἐν τῇ ὁδῷ, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν.

Ἱερέα δὲ λέγει τὸν μακάριον Μωϋσῆν καὶ Ἀαρών. Μαρτυρεῖ γὰρ ὁ Δαυῒδ λέγων, Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Οὗτος οὖν ὁ θαυμαστὸς Μωϋσῆς ἔνδοξος γενόμενος, ὁ δεκαπλήγῳ μάστιγι τοὺς Αἰγυπτίους ἐτάσας, ὁ τὴν Ἐρυθρὰν θάλασσαν σχίσας καὶ ἀποξηράνας καὶ διαγαγὼν τὸν λαὸν δι᾽ αὐτῆς, ὁ τὸ ἐν Μαῤῥᾷ ὕδωρ γλυκάνας, ὁ τῷ Θεῷ διὰ νέφους προσομιλήσας, ὁ πολλὰ θαύματα ἐργασάμενος, ὁδεύων τὴν ὁδὸν τοῦ βίου τούτου, καὶ ἰδὼν τὸν ἄνθρωπον κείμενον τετραυματισμένον, παρῆλθεν αὐτὸν, καὶ οὐκ ἀνέστησεν.

Ὁμοίως δὲ καὶ Λευΐτης, τουτέστι, τὸ προφητικὸν τάγμα. Καὶ γὰρ ἐκεῖνοι ὕστερον μετὰ τὸν Μωϋσῆν γενόμενοι, καὶ τὴν αὐτὴν ὁδὸν τοῦ βίου βαδίσαντες, εὑρόντες τετραυματισμένον ἄνθρωπον τὸν Ἀδὰμ, οὐκ ἀνέστησαν.

Οὔτε Μωϋσῆς διὰ νόμου, οὔτε προφῆται διὰ σημείων τὸ τοῦ Ἀδὰμ τραῦμα ἐθεράπευσαν. Οὐδεὶς αὐτὸν ἤγειρεν, οὐδεὶς αὐτῷ ζωὴν ἐχαρίσατο, οὐδεὶς αὐτὸν ἐκ θανάτου ἐλυτρώσατο, οὐδεὶς ἔστειλε τῆς ἁμαρτίας τὸ τραῦμα· καὶ γὰρ αὐτοὶ ἐν ἁμαρτίαις κατείχοντο. Εἰ καὶ διὰ σεμνὴν πολιτείαν Θεοῦ φίλοι ἐγένοντο, ἀλλὰ διὰ τὸ ὁμοσάρκους εἶναι τῷ Ἀδὰμ, καὶ ἀπὸ τῆς ῥίζης τῆς νεκρᾶς φέρεσθαι, οὐκ ἠδύναντο κλάδοι ὄντες τὴν ῥίζαν ἀνασπάσαι ἀπὸ τῆς ἁμαρτίας. Σαμαρείτης δέ τις, φησὶ, σπουδαῖος τοῖς ἔργοις, εὔσπλαγχνος τὴν προαίρεσιν, συμπαθὴς περὶ τοὺς ὁμοδούλους, ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν τετραυματισμένον, ἐσπλαγχνίσθη, καὶ ἐπέθηκεν ἔλαιον καὶ οἶνον, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, τουτέστι, τούτου τὰς ἁμαρτίας. Πρόσωπον καὶ εἰκόνα ἀναλαμβάνει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς Σαμαρείτου. Ἀλλ᾽ ἐρεῖ τις τῶν ἀκροατῶν, τί; τὸν Κύριον Σαμαρείτην λέγεις; Ναὶ, Σαμαρείτην λέγω αὐτὸν, οὐ τῇ φύσει τῆς θεότητος, ἀλλὰ τῇ μιμήσει τῆς εὐσπλαγχνίας.

Ὥσπερ γὰρ ὁ Σαμαρείτης τῇ μὲν φύσει τοῦ σώματος ὅμοιος τοῖς ἄλλοις ὑπῆρχε, τῇ δὲ προαιρέσει τῆς εὐσπλαγχνίας οὐχ ὅμοιος, ἀλλὰ κρείττων ἐφάνη· οὕτω καὶ ὁ Κύριος ἄνθρωπος μὲν τῇ θεωρίᾳ τοῦ σώματος ἐφάνη ὅμοιος προφήταις, πατριάρχαις κατὰ τὸν ἐκ Μαρίας ἄνθρωπον, τῇ δυνάμει δὲ τῆς θεότητος μείζων πάντων ἀνεδείχθη· ἴσος τῷ ἀνθρωπίνῳ σχήματι. οὐκ ἴσος τῇ ὑπερκοσμίῳ δόξῃ. Ἐκεῖνοι ἀμελείᾳ καὶ ἀσπλαγχνίᾳ χρησάμενοι, ἀνηλεῶς παρῆλθον τὸν τετραυματισμένον· ὁ δὲ Σαμαρείτης εὐσπλαγχνότερος καὶ εὐσεβέστερος καὶ ἐλεήμων ἐφάνη. Οὕτω καὶ ὁ Χριστὸς, πατριαρχῶν καὶ προφητῶν ὑπεριδόντων τὸν διὰ παρακοῆς ἐκπεσόντα ἄνθρωπον, μόνος οἰκτίρμων καὶ ἐλεήμων ἐφάνη, κατὰ τὸν προφήτην τὸν λέγοντα· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· καὶ πάλιν, Ὅτι σὺ, Κύριε, εὔσπλαγχνος. Καὶ ὥσπερ ὁ Σαμαρείτης οὐκ ἦν τοῦ ἔθνους τῶν Ἰουδαίων, ἄλλ᾽ ἐξ ἄλλης χώρας ὡρμᾶτο, οὕτω καὶ ὁ Χριστὸς οὐκ ἦν ἀπὸ κόσμου, ἀλλ᾽ ἐξ οὐρανοῦ. Ἦλθεν ἐπὶ τῆς γῆς· Θεὸς ὢν, ἄνθρωπος γέγονε δι᾽ ἡμᾶς· Δεσπότης ὢν, τὴν τοῦ δούλου μορφὴν ἐνεδύσατο.