Οὐχ ὑπόκειται καιρῶν ἀνάγκαις, οὐδὲ δουλεύει χρόνοις, ἐν θέρει μὲν κομῶσα τὰ φύλλα, ἐν δὲ χειμῶνι γυμνουμένη. Οὐ γὰρ καιρῶν ἀνάγκη, ἀλλ᾽ ἡ τοῦ Πνεύματος χάρις αὐτὴν γεωργεῖ· διὰ τοῦτο οὐκ ἀνασπᾶται. Ἀλλ᾽ οὐκ ἔστι θαυμαστὸν, ὅτι οὐκ ἀνασπᾶται, ἀλλ᾽ ὅτι καὶ πολεμούντων πολλῶν οὐκ ἀνασπᾶται. Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν; Ὅτε νεόφυτος ἦν, πολλὰ κατ᾽ αὐτῆς ἐκινήθη. Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τοῦ Πνεύματος δύναμιν, καὶ βασιλεῖς εὐσεβεῖς, καὶ στρατηλάται, καὶ ἡ οἰκουμένη πᾶσα τῆς πίστεως ἐμπέπλησται· τὸ δὲ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις βασιλεῖς ἐν ἀσεβείᾳ, στρατηλάται ἀσεβεῖς, διατάγματα ἀρχόντων, βωμοὶ ἀναπτόμενοι, καπνὸς πανταχοῦ καὶ κνίσσα. Ὁ ἀὴρ ἐμολύνετο, ἡ γῆ ἐμιαίνετο, δαίμονες ἐβάκχευον, διάβολος ἐχόρευε, πατὴρ ἀπέκτεινεν υἱὸν, υἱὸς ἠτίμαζεν· ἡ φύσις ἐσχίζετο, καὶ ἡ εὐσέβεια οὐκ ἐμερίζετο. Ποῦ νῦν οἱ τολμήσαντες τῇ Ἐκκλησίᾳ ἀντιπαρατάττεσθαι; Ὅτε νεόφυτος ἦν, οὐκ ἠδικήθη· ὅτε τοῦ οὐρανοῦ ἥψατο, προσδοκᾷς αὐτῆς περιγενέσθαι; Ὅτε ἕνδεκα οἱ ἀπόστολοι, οὐδεὶς αὐτῶν ἐκράτησεν, ἀλλὰ οἱ ἕνδεκα τοσαύτας μυριάδας ἐσαγήνευσαν· νῦν ὅτε ἡ θάλαττα, καὶ ἡ οἰκουμένη, καὶ ἡ ἀοίκητος χώρα, καὶ πόλεις, καὶ πάντα τὰ πέρατα τῆς εὐσεβείας ἐμπέπλησται, τότε ἐλπίζεις αὐτῆς κρατῆσαι; Ἀλλ᾽ οὐ δύνασαι· ὁ Χριστὸς γὰρ ἀπεφήνατο· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.