Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Πεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Το δεσποτικό ποτήριο, η πνευματική αλιεία και η κατακλείδα

Αναφορά στο ποτήριο του δεσποτικού αίματος, την πνευματική αλιεία των εθνών μέσω της θείας χάριτος και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Οὗτος ὁ κρατὴρ τοὺς ἀποστόλους ἐμέθυσε· τοῦτο τὸ ποτήριον οἱ τοῦ Σωτῆρος ἔπιον μαθηταὶ, καὶ τὴν καλλίστην ἐμεθύσθησαν μέθην, καὶ τῆς ἁγίας τραπέζης ἐνεφορήθησαν, καὶ λέγουσι μετὰ τοῦ μακαρίου Δαυΐδ· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον, καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὁ γὰρ ἐκ τούτου τοῦ ποτηρίου πίνων νήφει μὲν ἐν Χριστῷ, μεθύειν δὲ τοῖς ἀνοήτοις δοκεῖ, τὰ τοῦ Σωτῆρος φρονῶν. Τοῦτον καὶ ἡμῖν ὁ Δεσπότης Χριστὸς ἐξ αἵματος ἐκέρασε τὸν κρατῆρα, καὶ πολλοὺς ἡμῖν συνεκάλεσε δαιτυμόνας, καὶ τῶν εὐαγγελικῶν ἰχθύων ἀπείρους συνεκάλεσε, καὶ τοῦ Πέτρου τὴν σαγήνην ἐπλήρωσε, καὶ γέγονεν αὐτῷ τὰ τῆς θεωρίας ἐκ παραδόξου, καὶ τὴν ἁλιείαν αὐτῷ λαμπροτέραν ἐποίησεν ὁ χειμών· καὶ οὓς οὐκ ἐθήρευσε πείθων, τούτους φοβηθέντας ἐζώγρησεν, ἀστραπῆς αὐτῷ πρὸς τὴν ἄγραν συλλαμβανομένης. Ἀλλὰ μηδεὶς ὕβριν τοῦτο τῆς νέας ἀγέλης ὀνομαζέτω, εἰ δι᾽ ἀστραπῆς ἐθηράθησαν· εἴωθε γὰρ ὁ Χριστὸς τοὺς λακτίζοντας πώλους δι᾽ ἀστραπῆς χαλινοῦν. Καὶ ὅστις οἶδε τοῦ μακαρίου Παύλου τὴν κλῆσιν, ἀγάλλεται μετὰ τοῦ Παύλου κληθεὶς, καὶ τὸν Δεσπότην Χριστὸν δι᾽ ἀστραπῆς θεασάμενος, γίνεται Χριστοῦ μαθητής. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.