Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η παραβολή των δύο χρεωφειλετών και η άφεση των αμαρτιών

Η απάντηση του Χριστού στον γογγυσμό του Σίμωνα μέσω της παραβολής, η σύγκριση της φιλοξενίας και η διακήρυξη της αφέσεως των αμαρτιών της γυναικός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Νῦν δὲ τῷ μύρῳ καλῶς χρησαμένη, καὶ τῷ ἀληθινῷ τὸ μύρον προσκομίσασα, τὰ σατανικὰ μυρίσματα ἀπενίψατο. Εἶτα ὡς ὁ Κύριος αὐτὴν προσεδέξατο ταῦτα πράττουσαν, ὁ Σίμων ἐψιθύριζε, Δεσποτικῆς ἀγαθότητος λογοθέτης γινόμενος. Λέγει αὐτῷ Δεσπότης· Σίμων, ὁ ἐπὶ τιμῇ καλέσας με, καὶ ἀτιμάσας με, ὡς οὐ προσεδόκησα· Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, —σὺ ὁ Φαρισαῖος, ὁ βαρύτερα, καὶ πλείονα ἔχων τὰ ψυχικὰ ἁμαρτήματα· Ἐπειδὴ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· —ὁ δὲ ἕτερος πεντήκοντα, ὁ ὑπεύθυνος τῆς πόρνης τρόπος. Μὴ ἐχόντων καὶ αὐτῶν ἀποδοῦναι διὰ κατορθωμάτων καλῶν πράξεων, ἀμφοτέροις ἐχαρίσατο πίστιν λαβὼν, καὶ σχίσας τὸ χειρόγραφον.

Εἰπὲ, τίς αὐτὸν πλεῖον ἀγαπήσει; Εἶτα ὁ Φαρισαῖος, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο, Καὶ δικαστὴς ἑαυτοῦ ὁ ὑπεύθυνος ἐγίνετο, καὶ τὸν Δεσπότην ἐπαινέτην εὕρισκε λέγοντα· Ὀρθῶς ἔκρινας. Ἄκουε λοιπόν· Βλέπεις ταύτην τὴν γυναῖκα τὴν ὀλιγότερά σου χρεωστήσασαν, καὶ πλείονα ξένια καὶ δῶρα προσκομίσασαν; βλέπεις ταύτην τὴν γυναῖκα τὴν πολλῶν ἀπώλειαν γενομένην; τὸν ἔμψυχον τάφον· τὸν περιφερόμενον θάνατον; Εἰσῆλθόν σου εἰς τὸν οἶκον· ὕδωρ, τὸ εὔωνον καὶ πᾶσι προκείμενον, ἐπὶ τοὺς πόδας μου οὐκ ἤνεγκας· αὕτη δὲ πηγὰς δακρύων ἐξ ὀμμάτων τοῖς ποσί μου προσήνεγκε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ τὰ χείλη αὐτῆς τοῖς ἐμοῖς ποσὶν ὑπέστρωσεν. Ἐλαίῳ τὴν κεφαλήν μου, ὡς ἐλεηθεὶς παρ᾽ ἐμοῦ, οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ τὸ σῶμα, τῇ δὲ πίστει τὴν θεότητά μου ἐμύρισεν. Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ἵνα πληρωθῇ τὸ ἐν ψαλμοῖς εἰρημένον, Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, καὶ τὸ ὑπὸ Ἰωάννου κηρυχθὲν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.