Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον. Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν Δεσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς. Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ὁ λοιμὸς τῶν οἰκητόρων, ἡ τυραννὶς τῶν γάμων, ἡ ἀνατροπὴ τῆς σεμνότητος, ἡ τῶν ἀνδρογύνων μάχη, ἡ κακοδάπανος τράπεζα, ἡ τῶν βαλαντίων κένωσις, ἡ τῶν χρημάτων ἐκροὴ, ἡ τῶν καμάτων ἀπώλεια, ἡ τῶν κληρονόμων ληνὸς, ἣν ληνοβάται πατοῦντες τὴν ἑαυτῶν γύμνωσιν ὠρχήσαντο. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Ἀλλ᾽ ἡ ἁμαρτωλὸς ἐκείνη τῇ δικαιοσύνῃ προσέδραμε, καὶ ὡς ἐν πυρὶ ἀκάνθας τὰς ἁμαρτίας ἀνήλωσεν.