Ὢ τῆς ἀπονοίας! μᾶλλον δὲ, ὢ τῆς φιλαργυρίας! πάντα γὰρ ἐκείνη ἔτεκε τὰ κακά· ἐκείνης αὐτὸς ἐπιθυμήσας, προὔδωκε τὸν διδάσκαλον. Τοιοῦτον γάρ ἐστιν ἡ πονηρὰ ῥίζα ἐκείνη, δαίμονος χαλεπώτερον τὰς ἀλούσας ἐκβακχεύει ψυχὰς, καὶ ποιεῖ πάντας ἀγνοεῖν, καὶ ἑαυτὸν καὶ τοὺς πλησίον καὶ τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἐκβάλλει τῶν φρενῶν καὶ παραπλῆγας ἐργάζεται. Ὅρα γὰρ πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς· τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν τὴν ἐν τραπέζῃ, τὰ θαύματα, τὴν διδασκαλίαν, τὴν παραίνεσιν, τὴν νουθεσίαν· ταῦτα πάντα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία τότε. Διὰ τοῦτο εἰκότως ὁ Παῦλος ἔλεγεν, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. —Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν. Πολλὴ ἡ ἀπόνοια τοῦ ῥήματος. Παραδίδως, εἰπέ μοι, τὸν πάντα κρατοῦντα, τὸν δαιμόνων ἐξουσιάζοντα, τῇ θαλάττῃ ἐπιτάττοντα, τὸν τῆς φύσεως ἁπάντων Δεσπότην; Ἵν᾽ οὖν αὐτοῦ καταστείλῃ τὴν ἀπόνοιαν, καὶ δείξῃ ὅτι εἰ μὴ ἐβούλετο, οὐκ ἂν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ᾽ αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ, ξύλα ἔχοντες καὶ λαμπάδας καὶ φῶς, λέγει αὐτοῖς· Τίνα ζητεῖτε; καὶ ἠγνόουν ὃν ἤμελλον συλλαμβάνειν. Τοσοῦτον ἀπεῖχε τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν ὁ Ἰούδας, ὅτι οὐδὲ ἑώρα παρόντα, ὃν ἤμελλε παραδώσειν, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου.