Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Ο τόπος της προδοσίας και η άπειρη συγκατάβαση του Χριστού

Ο ιερός συγγραφέας αντιπαραβάλλει την απέχθεια προς τον προδότη με τον θαυμασμό για την αγάπη και τις σωτηριώδεις οικονομίες του Δεσπότου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ. Νῦν Δάφνη τερπνὴ καὶ θεοφιλὴς, οὐ μόνον διειδέστατα βλύζουσα νάματα, οὐ κόμας δένδρων χαριεστάτας ἐκτρέφουσα, ἀλλὰ προσλαβοῦσα ξένον φυτὸν τὸν σταυρόν· νῦν σώφρων ἀληθῶς πηγὴ καὶ τῷ Πυθίῳ δαίμονι φοβερά. Οὐκ ἔτι ποσὶν ἀνδρῶν ἀσεβῶν ἀναπεταννῦσα τὸ ἔδαφος, ἀλλ᾽ ὑμῖν τοῖς εὐσεβέσι παρέχουσα τὸ ἄλσος, εἰκόνα ποθουμένου χωρίου ἐκείνου, τοῦ κήπου φημὶ, ἐν ᾧ τοῦ Σωτῆρος ἡ προδοσία τετόλμηται, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἐφυτεύθη τὰ πράγματα. Ἀλλὰ γὰρ οὐκ ἔχω τί φράσαι πρὸς τὴν παροῦσαν πανήγυριν· ἡ μὲν γὰρ πανήγυρις πρὸς κατηγορίαν τοῦ Ἰούδα τὴν ἐμὴν γλῶσσαν κινεῖ, ἡ δὲ φιλανθρωπία τοῦ Σωτῆρος ἐπιστρέφει μου τὸ στόμα πρὸς αὐτήν. Καὶ δύο τούτοις συνέχομαι, μίσει προδότου, πόθῳ Δεσπότου· νικᾷ δὲ πόθος τὸ μῖσος, μείζων ὑπάρχων καὶ δυνατώτερος. Διὸ τὸν προδότην καταλιπὼν τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ᾽ ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ. Πῶς ἔκλινεν οὐρανοὺς καὶ κατέβη πρὸς τὴν γῆν; πῶς ὁ πᾶσαν κτίσιν πληρῶν ἦλθε πρός με, γενόμενος δι᾽ ἐμὲ, κατ᾽ ἐμέ; πῶς ὃν ᾔδει προδότην ἐσόμενον τοῦτον ἔλαβεν μαθητὴν, καὶ τὸν πολέμιον ὡς φίλον ἐνεκελεύσατο ἀκολουθεῖν αὐτῷ; πῶς οὐκ ἔμελεν αὐτῷ περὶ τῆς προδοσίας, ἀλλὰ περὶ τῆς τοῦ προδιδόντος σωτηρίας ἐφρόντιζεν;