Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα

Ἰωάννης ὁ Χρυσόστομος

Ο Μυστικός Δείπνος, η μακροθυμία του Σωτήρος και η υποκρισία του Ιούδα

Η απρόσωπη προαναγγελία της προδοσίας κατά τον δείπνο, η προσπάθεια του Χριστού να οδηγήσει τον Ιούδα σε μετάνοια και ο έλεγχος της αναισχυντίας του προδότη, ο οποίος επιχειρεί να αποκρύψει τις δόλιες προθέσεις του πίσω από υποκριτικά λόγια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὀψίας γὰρ, φησὶ, γενομένης, ἀνέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Προεῖπεν τὴν προδοσίαν, ἵνα κωλύσῃ τὸ παρανόμημα· ἀπρόσωπον τὴν πρόῤῥησιν ἐποιήσατο μὴ δυναμένην θριαμβεῦσαι τοῦ μαθητοῦ τὴν παρανομίαν τοὺς συνανακειμένους λανθάνουσαν. Τίς Δεσπότου τοιαύτην φιλανθρωπίαν ἐθεάσατο; Καὶ προδίδοται καὶ τὸν προδότην φιλεῖ. Τίς καταφρονεῖται καὶ ἐλεεῖ; πιπράσκεται καὶ λαμβάνει τὸν κακὸν ἔμπορον ὁμοτράπεζον, καὶ τοῦ ἐπιβουλεύσαντος φείδεται;

Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ὡς ἄνθρωπος ἤσθιεν, καὶ ὡς Θεὸς τὸ μέλλον ἐφώνει· τὰ τῇ ἐμῇ φύσει πρέποντα μετέρχεται δι᾽ ἐμέ. Πάντων δὲ τῶν μαθητῶν πληγέντων ὑπὸ τοῦ ῥήματος, καὶ τὰς ἑαυτῶν συνειδήσεις μαστιζόντων δεινῶς, καὶ τὸν τοῦ δείπνου καιρὸν ποιουμένων ἀθυμίας καιρὸν, ἑκάστου λέγοντος, Μήτι ἐγώ εἰμι, Κύριε; καὶ βουλομένων τῷ διὰ τῆς ἐρωτήσεως ῥήματι τὴν ἀμεριμνίαν τῆς κακῆς ὑπονοίας εὑρεῖν, θεραπεύων τὰς τῶν ἀκαίρως πληττομένων ψυχὰς ὁ Σωτὴρ, φανερὸν τὸν ἀγνοούμενον διὰ τῆς ἀποκρίσεως καθίστησιν· Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ, φησὶν, τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει· καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ ὃν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἐλεεῖ τὸν ἑαυτοῦ ἐλεεῖν μὴ ἐθέλοντα, φείδεται τοῦ μὴ φεισαμένου τῆς οἰκείας ψυχῆς. Παρῃτεῖτο γυμνῶσαι τὸν ἑαυτὸν πάλαι γυμνώσαντα, κἀκείνῳ καιρὸν μετανοίας διδοὺς, καὶ τοὺς λοιποὺς μαθητὰς ἀθυμοῦντας ἰώμενος· ἀλλ᾽ οὐδὲν ἐκ τούτων βελτίων ὁ προδότης ἐγένετο. Δέον γὰρ ἦν αὐτῷ εὐθέως ἐξαναστῆναι τοῦ δείπνου μετ᾽ ἐκεῖνα τὰ φρικωδέστατα ῥήματα, δέον τοὺς συμμαθητὰς παραλαβεῖν πρεσβευτὰς, δέον περιπλακῆναι τοῖς γόνασι τοῦ Σωτῆρος, καὶ τοιούτοις αὐτὸν ἐκμειλίξασθαι ῥήμασιν.

Ἥμαρτον, φιλάνθρωπε, ἥμαρτον, ἠνόμησα, τοῖς ἀνθρώποις πωλήσας ὀλίγου τιμήματος τὸν ἀτίμητον μαργαρίτην, ἠνόμησα τὸν ἀδαπάνητον πλοῦτον ὀλίγων χρημάτων προϊέμενος. Συγχώρησόν μοι τῷ τῆς ζημίας καὶ τῆς ἀπωλείας ἐμπόρῳ, συγχώρησόν μοι τῷ παρὰ τοῦ χρυσοῦ κλαπέντι τὸν λογισμόν· σύγγνωθι τῷ παρὰ τῶν Φαρισαίων ἐξαπατηθέντι κακῶς. Τούτων μὲν τῶν ῥημάτων οὐκ εἶπεν οὐδὲν, οὔτε ἐνενόησεν, διὰ δὲ ταχυτέρας φωνῆς ἐδήλου τὴν τῆς ψυχῆς ἰταμότητα βοῶν· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ γλώττης ἀναιδοῦς! ὢ ψυχῆς ἀτεράμονος! Ὡς ἀγνοῶν ἐρωτᾷ περὶ ὧν ἡ μελέτη, καὶ λανθάνειν ἐνόμιζεν τὸν ἀκοίμητον ὀφθαλμόν.

Ἐπὶ τῆς ψυχῆς τὸν δόλον ἐβάσταζεν, καὶ διὰ τῆς γλώττης τὸν τῆς ἀγνοίας λόγον προέφερεν· τῇ διανοίᾳ τὴν προδοσίαν κατειργάσατο, καὶ τῷ στόματι, ὡς ἐνόμισε, τὴν ἁμαρτίαν ἔκρυπτεν. Τοῖς ῥήμασιν ὁμοίως τοῖς ἄλλοις μαθηταῖς ἐχρήσατο, ὁμοίῳ τρόπῳ μὴ χρώμενος· λύκος ὢν τῇ γνώμῃ, ἀπεκρίνατο τῇ τῶν προβάτων φωνῇ. Τί οὖν πρὸς αὐτὸν ὁ Σωτήρ;