Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα
Το δόλιο φίλημα και η σύλληψη του Κυρίου
Η πράα απάντηση του Χριστού στον υποκριτικό χαιρετισμό, η σύλληψή Του στον κήπο και η εκπλήρωση των προφητειών περί της άκρας Του ανεξικακίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το δόλιο φίλημα και η σύλληψη του Κυρίου
Η πράα απάντηση του Χριστού στον υποκριτικό χαιρετισμό, η σύλληψή Του στον κήπο και η εκπλήρωση των προφητειών περί της άκρας Του ανεξικακίας.
Σὺ εἶπας. Μακροθύμῳ φωνῇ διήλεγξεν τοῦ πονηροῦ τὴν σκηνήν. Ἠδύνατο μὲν γὰρ εἰπεῖν πρὸς αὐτόν· Τί λέγεις, βδελυρὲ καὶ πονηρέ; τί λέγεις, δοῦλε χρημάτων καὶ τοῦ διαβόλου γνήσιε κοινωνέ; τολμᾷς ἄγνοιαν ὑποκρίνεσθαι; τολμᾷς κρύπτειν τὰ κρύπτεσθαι μὴ δυνάμενα; μὴ γὰρ οὐ παρήμην κακουργοῦντί σοι τῇ θεότητι; μὴ γὰρ οὐκ εἶδόν σε τῷ τῆς θεότητος ὀφθαλμῷ προσιόντα τοῖς ἀρχιερεῦσιν; μὴ γὰρ οὐκ ἤκουον ἀπὼν λέγοντός σου, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; μὴ γὰρ οὐκ οἶδα καὶ πόσου πέπρακας; Τί οὖν; μετὰ τὸν ἔλεγχον οὕτως ἀναισχυντεῖς; τί σκέπειν φιλονεικεῖς ἃ βούλει πράττειν; ἐμοὶ γυμνὰ τὰ πάντα. Οὕτως ἀποκριθῆναι δυνάμενος ὁ Χριστὸς οὐχ οὕτως ἐφθέγξατο, ἀλλ᾽ ἁπλῶς καὶ ἀνεξικάκως καὶ πράως· Σὺ εἶπας· διδάσκων ἡμᾶς τοῖς ἐχθροῖς ἡμῶν οὕτω προσφέρεσθαι. Ὅμως, μετὰ τοσαύτην περιοδείαν, ἔμεινεν Ἰούδας νοσῶν, ἀλλ᾽ οὐ παρὰ τὴν τοῦ ἰατροῦ ἀμέλειαν, ἀλλὰ παρὰ τὴν τοῦ κάμνοντος. Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταῦτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός. Καὶ προσελθὼν Ἰούδας εἶπε τῷ Χριστῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ξένος οὗτος προδοσίας τρόπος, ἀπὸ φιλήματος καὶ προσηγορίας ἐρχόμενος. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ᾽ ᾧ πάρει;
τί μοι χαίρειν ἐπιτάττεις, λυπεῖν προαιρούμενος; τί τῷ ῥήματι θεραπεύεις, πλήττων τῷ πράγματι; καλεῖς διδάσκαλον, μὴ ὢν μαθητής; τί παρατιτρώσκεις τῆς ἀγάπης τὰ δίκαια; τί σημεῖον προδοσίας ποιεῖς τῆς εἰρήνης τὸ σύμβολον; τίνα μιμησάμενος τοῦτο πεποίηκας;
Οὕτως εἶδες πρώην τὴν πόρνην φιλοῦσάν μου τοὺς πόδας; οὕτως ἐθεάσω γονυπετοῦντα τὸν ἑκατόνταρχον; οὕτως εἶδες τοὺς δαίμονας ὑποπίπτοντας; Οἶδα τίς σου τοῦ δολεροῦ φιλήματος ὑπέδειξε τὴν ὁδόν· ὁ διάβολος τῆς περιπτύξεως ταύτης τὸν τρόπον ὑπέθετό σοι, σὺ δὲ κακῷ συμβούλῳ πεισθεὶς, ἐκείνου τὸ βούλημα πληροῖς. Ἑταῖρε, ἐφ᾽ ᾧ πάρει; πλήρωσον τὰς κακὰς συνθήκας ἃς πρὸς τοὺς Φαρισαίους πεποίησαι· συντέλεσον τὸ γραμματεῖον τῆς πράσεως· ὑπόγραψον ὅπερ ὑπηγόρευσας· παράδος τὸν παραδοθῆναι βουλόμενον· κτῆσαι λοιπὸν μετὰ τοῦ γλωσσοκόμου καὶ τὸ τῆς ἀδικίας βαλάντιον· ὑποχώρησον τῷ λῃστῇ μέλλοντι διὰ τῆς ὁμολογίας λαμβάνειν τὴν τάξιν, ἥν σοι διὰ προδοσίας ἀπώλεσας. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον πέρας ἐλάμβανεν· Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις· καὶ πάλιν, Ἐκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἀλλ᾽ ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ! ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλλουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτοῦ κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.