Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα

Ἰωάννης ὁ Χρυσόστομος

Ο Μυστικός Δείπνος και η σύσταση της Θείας Ευχαριστίας

Η αποκάλυψη του προδότη κατά το δείπνο, η σύσταση του μυστηρίου της Θείας Ευχαριστίας και η άφιξη του Ιούδα με τον όχλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τί πράττεις, Ἰούδα, τριάκοντα συμφωνήσας ἀργύρια ὑπὲρ τῆς τοῦ ἀτιμήτου πράσεως μαργαρίτου; Ἐξαρίθμησον πρῶτον ἅπερ μόνῳ τῷ λόγῳ ἐδημιούργησεν ἄστρα, καὶ τότε λόγῳ τὸν Λόγον παραδοῦναι μελέτησον. Ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Αὐτὸς τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε, καὶ κατ᾽ ἐκείνου ἐζήτει καιρὸν τῆς ἑαυτοῦ προδοσίας ἁρμόδιον. Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με· ὁ κατ᾽ ἐμοῦ καὶ ὑμῶν εἰσελθὼν καὶ μαθὼν ἃ φυλάξαι οὐκ ἴσχυσε. Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, μήτι ἐγώ εἰμι, Κύριε; Πάντας ἐκίνει τὸ ῥηθὲν εἰς ἀκριβῆ τοῦ συνειδότος ἐρεύνησιν, οἷς καθαρὰ τὰ τῆς καρδίας κρύφια. Ἀπεκρίθη λέγων ὁ Ἰησοῦς· Τί πάντες ἑαυτοὺς τὸ τοῦ προδότου συκοφαντεῖτε ἐγχείρημα;

Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. Ἄκων ὑποδεικνύει ἑαυτὸν, πρὸ τοῦ δράματος λέγει κἂν μὴ θέλων· τὸ ὄνομα κρατεῖται τέως ὑπ᾽ ἐμοῦ, ἕως ἂν εἴπῃ ἐφ᾽ ὑμῶν τὰ ὑπ᾽ αὐτοῦ κατ᾽ ἐμοῦ μελετώμενα. Ἀποκριθεὶς δὲ, φησὶν, ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν, εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί; Λέγει αὐτῷ· Σὺ εἶπας. Ἠλευθέρωσας τοὺς ἕνδεκα, τῶν παρὰ σοῦ πραττομένων τούτους ἀθώους ποιήσας. Δέχου καὶ ἄλλην κατάκρισιν ὧν μέλλεις πράττειν φιλαργυρίᾳ. Ἐσθιόντων δὲ αὐτῶν, φησὶ, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκε λέγων· Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λάβετε ἐξ αὐτοῦ πάντες. Καὶ σὺ, φησὶν, ὁ προδότης, τῆς αἰωνίου μετάσχου ζωῆς· καὶ ἐὰν μὲν ἐμμείνῃς ἐν αὐτῇ, τὰ πρὸς Ἰουδαίους συγκεχώρηταί σοι σύμφωνα· ἐὰν δὲ τὴν ἑαυτοῦ μὴ ἀνατρέψῃς ὁρμὴν, ἴσθι εἰδὼς ὁποῖον Δεσπότην πιπράσκεις φιλάνθρωπον. Ὁ δὲ τῆς Δεσποτικῆς εὐσπλαγχνίας μὴ ἀνασχόμενος, πρὸς Ἰουδαίους δραμὼν ἄγειν εἰς ἔργον τὸ μελετηθὲν κατηπείγετο. Καὶ ἰδοὺ, φησὶν, Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾽ αὐτοῦ ὁ ὄχλος πολὺς μετὰ μαχαιρῶν, καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.