Ὄντως γὰρ δυνάμεως μεγάλης, καὶ οὐκ ἤρκει ἀνθρωπίνη σπουδή. Τρία γὰρ εἰσήνεγκεν εἰς τὸ κήρυγμα, προθυμίαν ζέουσαν καὶ παράβολον, ψυχὴν πᾶν ὁτιοῦν ὑπομεῖναι ἕτοιμον, καὶ σύνεσιν καὶ σοφίαν· οὐ γὰρ ἤρκει τὸ φιλοκίνδυνον, ὁ βίος ἄληπτος, εἰ μὴ καὶ δύναμιν Πνεύματος ἔλαβε. Καὶ θέα ἀπ᾽ αὐτοῦ πρώτου, μᾶλλον δὲ ἄκουε αὐτοῦ γράφοντος· Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· καὶ πάλιν, Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν λόγῳ κολακείας, οὔτε ἐν προφάσει πλεονεξίας. Εἶδες τὸ ἄμωμον; Καὶ πάλιν, Προνοούμενοι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Εἶτα μετὰ ταῦτα, Καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ἡμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καὶ πάλιν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός; καὶ πάλιν, Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· Εἶτα ἡ οἰκονομία αὐτοῦ· Γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον· καὶ ξυρᾶται, καὶ μυρία ποιεῖ. Τὸ δὲ πάντων κεφάλαιον, ἐν δυνάμει Πνεύματος ἁγίου. Οὐ γὰρ τολμήσω λαλῆσαί τι, φησὶν, ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ· καὶ πάλιν, Τί γάρ ἐστιν, ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; καὶ πάλιν, Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.