δʹ. Κἂν γοῦν ὅσα μὴ φορτικὰ, ταῦτα πράττετε, χειρὸς κρατεῖτε καὶ ἀκολάστων ὀφθαλμῶν. Τί δύσκολον, εἰπέ μοι, τί δυσχερές; Δίκαια πράττετε, μηδένα ἀδικεῖτε, μήτε ὁ πένης, μήτε ὁ πλούσιος, μήτε ὁ ἀγοραῖος, μήτε ὁ μισθωτός· ἔστι γὰρ καὶ μέχρι πενήτων ἀδικίαν διελθεῖν. Ἢ οὐχ ὁρᾶτε πόσας οὗτοι μάχας ποιοῦσι, καὶ πάντα ἀνατρέπουσι; Κέχρησο γάμῳ, ἔχε παῖδας· καὶ Παῦλος τοιούτοις ἐπέταττε, τοιούτοις ἔγραφε. Μέγας ἐκεῖνος ὁ ἀγὼν, καὶ ὑψηλὸς ὁ σκόπελος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε, μηδὲ ἀδίκει. Οὐ δύνασαι νηστεῦσαι; κἂν μὴ εἰς τρυφὴν σεαυτὸν ἐξαγάγῃς. Οὐ δύνασαι ἐπὶ στιβάδος κατακλιθῆναι; μή μοι κλίνας ἀργυρενδέτους κατασκεύαζε, ἀλλὰ κέχρησο κλίνῃ καὶ στρώμασι μὴ πρὸς ἐπίδειξιν πεποιημένοις, ἀλλὰ πρὸς ἀνάπαυσιν, μηδὲ ἐλεφαντίνας κλίνας· σύστειλον σαυτόν. Τί μυρίων ἀγωγίμων πληροῖς τὴν ὁλκάδα; Ἂν ᾖς εὐσταλὴς, οὐδὲν δείσεις, οὐ φθόνον, οὐ λῃστὰς, οὐκ ἐπιβούλους. Οὐδὲ γὰρ οὕτω τοῖς χρήμασιν, ὡς ταῖς φροντίσι πλουτεῖς· οὐχ οὕτως εὐπορεῖς ἐν τοῖς κτήμασιν, ὡς ταῖς ἀγωνίαις καὶ τοῖς κινδύνοις. Οἵτινες βούλονται πλουτεῖν, φησὶ, πειρασμοὺς καὶ ἐπιθυμίας βλαβερὰς ἑαυτοῖς ἐπεισάγουσι.