Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορθοῦσαι; Ταῦτα ἡμῖν νῦν οὐχ ὑπὲρ ἐκείνων εἴρηται, ἀλλ᾽ ὑπὲρ ὑμῶν τῶν ἐλευθέρων, ὥστε μηδὲν ἄσεμνον, μηδὲν αἰσχρὸν ποιεῖν, ὥστε μὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης μηδὲν τοιοῦτον ἐργαζομένη δειχθῇς, πολλῷ μᾶλλον, ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ. ᾯ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Θὲς τῷ στόματι χαλινόν· κἂν ἐγγυμνασθῇς θεραπαινίδα χαλεπαίνουσαν φέρειν γενναίως, πρὸς τὴν ὁμότιμον οὐδὲ ὑβρίζουσαν δυσχερανεῖς· μὴ δυσχεραίνουσα δὲ, τὴν ἄκραν φιλοσοφίαν κατώρθωσας. Εἰσὶ δέ τινες, αἳ καὶ ὅρκους προστιθέασιν· οὐδὲν δὲ αἰσχρότερον τῆς οὕτω θυμουμένης. Τί οὖν, ἂν καλλωπίζηται, φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ σύμφημι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχομένη, μὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγματι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών. Καὶ βλασφημία, φησὶν, ἀρθήτω ἀφ᾽ ὑμῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύματα, τὰ τραύματα θάνατον.