Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Ἐφεσίους ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΚΑ΄-ΚΒ΄: Η χριστιανική οικογένεια, η ανατροφή των τέκνων και οι κοινωνικές σχέσεις

Η φυσική τάξη της οικογένειας, η υπακοή των τέκνων και η πνευματική ευθύνη των πατέρων για την ανατροφή τους. Ερμηνεία των αποστολικών παραγγελιών περί των αμοιβαίων υποχρεώσεων μεταξύ δούλων και κυρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 12

ΟΜΙΛΙΑ ΚΑʹ. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.

αʹ. Καθάπερ τις σῶμα πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὸν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόεισιν. Εἶπε περὶ τοῦ ἀνδρὸς, εἶπε περὶ τῆς γυναικὸς, τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων ἐπὶ τὴν τρίτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. Τῆς μὲν γὰρ γυναικὸς ἄρχει ὁ ἀνὴρ, τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή.

Ὅρα οὖν τί φησι· Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις. Οὐδὲ ἐνταῦθα περὶ τοῦ Χριστοῦ διαλέγεται, οὐδὲ περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ. Διὰ τοῦτο οὐδὲ περὶ βασιλείας τι διαλέγεται· οὐ γάρ ἐστι τῆς ἡλικίας ἐκείνης ταῦτα ἀκούειν· ἀλλ᾽ ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτά φησιν, ὅτι μακροχρόνιος ἔσται. Εἰ γάρ τις ἐξετάζοι, διὰ τί μὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ἐροῦμεν, ὅτι ὡς νηπιωδεστέροις οὖσι, καὶ μάλα εἰδὼς ὅτι, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι. Ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν καὶ ἰσχυρὰν καὶ κοσμίαν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπὸν μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ γὰρ χαλεπώτερον, τὸ θεμέλιον θέσθαι, καὶ τὴν κρηπῖδα ὑποβαλεῖν. Τὰ τέκνα, ὑπακούετε, φησὶ, τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τουτέστι, κατὰ Κύριον. Ὁ Θεὸς, φησὶν, οὕτω προσέταξε. Τί οὖν, ἂν ἄτοπα προστάττωσι;

Μάλιστα μὲν οὐδέποτε ἐπιτάττει πατὴρ ἄτοπα, κἂν αὐτὸς ἄτοπος ᾖ· πλὴν ἀλλ᾽ ὅμως καὶ οὕτως ἠσφαλίσατο, εἰπών· Ἐν Κυρίῳ· τουτέστιν, ἐν οἷς ἂν μὴ προσκρούσῃς Θεῷ· ὡς ἐὰν Ἕλλην ᾖ, ἢ αἱρετικὸς, οὐκέτι πείθεσθαι δεῖ· οὐ γάρ ἐστιν ἐν Κυρίῳ τὸ πρᾶγμα. Πῶς δέ φησιν, Ἥτις ἐστὶν ἐντολὴ πρώτη; πρώτη γάρ ἐστι τὸ, Οὐ μοιχεύσεις, τὸ, Οὐ φονεύσεις. Οὐ τῇ τάξει εἶπεν αὐτὴν πρώτην, ἀλλὰ τῇ ἐπαγγελίᾳ. Ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται. Καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα ἔθηκε τῇ τῆς ἀρετῆς ὁδῷ τὴν εἰς τοὺς γονέας τιμὴν καὶ αἰδώ· καὶ εἰκότως· Ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέταξε, τὴν εἰς τοὺς γονέας λέγω τιμὴν, ἐπειδὴ καὶ πρὸ πάντων τοῦ ζῇν μετὰ τὸν Θεὸν αὐτοὶ γεγόνασιν αἴτιοι. Ὥστε εἰκότως ἂν πρῶτοι τῶν ἡμετέρων ἀπολαύσειαν καλῶν, καὶ τότε οἱ ἄλλοι ἅπαντες ἄνθρωποι. Ἂν γὰρ μὴ τοῦτό τις ἔχῃ, οὐδέποτε περὶ τοὺς ἔξωθεν ἔσται ἐπιεικής.

Παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας, καί φησι· Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἶπεν, Ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν ἡ φύσις ἐπισπᾶται, καὶ περιττὸν ἦν περὶ τῶν τοιούτων νόμον τιθέναι· ἀλλὰ τί φησι; Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, οἷον οἱ πολλοὶ ποιοῦσιν, ἀποκληρονόμους ἐργαζόμενοι, καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ᾽ ὡς ἀνδραπόδοις.

Διὰ τοῦτό φησι· Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν. Εἶτα τὸ κεφάλαιον πάντων, πῶς ἂν ὑπακούσαιεν δείκνυσιν, εἰς τὴν κεφαλὴν καὶ τὴν ἀρχὴν τὴν αἰτίαν ἅπασαν ἀγαγών. Καὶ καθάπερ ἔδειξε τοῦ τὴν γυναῖκα ὑπακούειν αἴτιον τὸν ἄνδρα γινόμενον (διὸ καὶ τὰ πλείονα αὐτῷ διαλέγεται, τῇ τῆς ἀγάπης τυραννίδι παρακαλῶν αὐτὴν ἐπισπᾶσθαι), οὕτω δὴ καὶ ἐνταῦθα πάλιν εἰς αὐτὸν τὴν αἰτίαν ἀνάγει, λέγων· Ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.

Ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται; Βούλει εἶναι τὸν υἱὸν πειθήνιον; ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· μὴ νομίσῃς εἶναι περιττὸν τὸ τῶν θείων Γραφῶν αὐτὸν ἐπακούειν· ἐκεῖ γὰρ τοῦτο πρῶτον ἀκούσεται· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὥστε ὑπὲρ σοῦ τοῦτο γίνεται. Μὴ εἴπῃς· Τοῦτο μοναζόντων ἐστί· μὴ γὰρ μονάζοντα αὐτὸν ποιῶ; Οὐκ ἔστιν ἀνάγκη γενέσθαι αὐτὸν μονάζοντα. Τί δέδοικας δέος πολλοῦ κέρδους ἀνάμεστον; Χριστιανὸν αὐτὸν ποίησον. Μάλιστα γὰρ τοῖς κοσμικοῖς ἀναγκαῖον τὰ ἐντεῦθεν εἰδέναι διδάγματα, μάλιστα τοῖς παισί. Πολλὴ γὰρ ἡ ἄνοια ἐν ἐκείνῃ τῇ ἡλικίᾳ· τῇ δὲ ἀνοίᾳ προσθήκη γίνεται καὶ τὰ παρὰ τῶν ἔξωθεν λόγων, ὅταν μάθωσιν ἐκεῖ τοὺς παρ᾽ αὐτοῖς θαυμαζομένους ἥρωας, παθῶν δούλους ὄντας καὶ δειλοὺς πρὸς θάνατον· οἷον ὁ Ἀχιλλεὺς ὅταν μετανοῇ, ὅταν ὑπὲρ παλλακίδος ἀποθνήσκῃ, ὅταν ἕτερος μεθύῃ, καὶ ἕτερα πολλὰ τοιαῦτα. Δεῖ τοίνυν αὐτῷ τῶν φαρμάκων τούτων.

βʹ. Πῶς γὰρ οὐκ ἄτοπον εἰς τέχνας μὲν ἐκπέμπειν καὶ εἰς διδασκαλεῖον, καὶ πάντα πράττειν ὑπὲρ τούτου, ἐν δὲ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μὴ ἐκτρέφειν τὰ παιδία; Διά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡμεῖς ἀπολαύομεν, θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύσους ἐκτρέφοντες τοὺς παῖδας. Μὴ τοίνυν τοῦτο ποιῶμεν, ἀλλὰ πειθώμεθα τῷ μακαρίῳ τούτῳ παραινοῦντι· ἐκτρέφωμεν αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δῶμεν αὐτοῖς ὑπόδειγμα, ἐκ πρώτης ἡλικίας τῇ τῶν Γραφῶν ἀναγνώσει ποιοῦντες αὐτοὺς ἐνσχολάζειν.

Οἴμοι! ὅτι συνεχῶς ταῦτα λέγων, ληρεῖν νομίζομαι· πλὴν ἀλλ᾽ ὅμως οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, Τίνος ἕνεκεν, εἰπέ μοι, οὐ μιμεῖσθε τοὺς παλαιούς; Μάλιστα ὑμεῖς αἱ γυναῖκες, τὰς θαυμαστὰς ἐκείνας γυναῖκας ζηλώσατε. Ἐτέχθη τὸ παιδίον; Μίμησαι τὴν Ἄνναν· κατάμαθε τί πεποίηκεν ἐκείνη· ἀνήγαγεν αὐτὸν εὐθέως εἰς τὸν ναόν. Τίς ὑμῶν οὐκ ἂν ἐθελήσειε Σαμουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ γενέσθαι, ἢ μυριάκις βασιλέα τῆς οἰκουμένης ἁπάσης; Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Διὰ τί μὴ δυνατόν;

Ὅτι οὐ θέλεις, οὐδὲ παραδίδως τοῖς δυναμένοις αὐτὸν ποιῆσαι τοιοῦτον. Καὶ τίς τοιοῦτός ἐστι, φησίν; Ὁ Θεός· ἐπεὶ κἀκείνη αὐτῷ αὐτὸν ἐνεχείρισεν. Οὐδὲ γὰρ ὁ Ἠλεὶ τῶν σφόδρα δυναμένων αὐτὸν πλάσαι ἦν· πῶς γὰρ, ὁ μηδὲ τοὺς υἱοὺς δυνηθεὶς τοὺς ἑαυτοῦ; ἀλλ᾽ ἡ πίστις τῆς γυναικὸς καὶ ἡ προθυμία τὸ αὐτὸ εἰργάσατο. Πρῶτον ἔτεκε, καὶ μόνον, καὶ οὐδὲ ᾔδει εἰ καὶ ἑτέρους τέξεται. Καὶ οὐκ εἶπεν· Ἀναμείνω αὐξηθῆναι τὸ παιδίον, ἵνα πράγμασι χρήσηται βιωτικοῖς· συγχωρήσω αὐτὸν μικρὸν ἐνδιατρίψαι τῇ παιδικῇ ἡλικίᾳ· ἀλλὰ πάντα ταῦτα ἡ γυνὴ παρωσαμένη, ἑνὸς μόνου γέγονε, πῶς ἐκ προοιμίων τὸ ἄγαλμα τὸ πνευματικὸν ἀναθῇ τῷ Θεῷ. Αἰσχυνθῶμεν, οἱ ἄνδρες, τῆς γυναικὸς τὴν φιλοσοφίαν· ἀνήνεγκεν αὐτὸν τῷ Θεῷ, καὶ ἐκεῖ εἴασε. Διὰ τοῦτο καὶ ὁ γάμος ἐγένετο λαμπρότερος, ἐπειδὴ πρότερον τὰ πνευματικὰ ἐζήτησεν, ἐπειδὴ τὴν ἀπαρχὴν ἀνέθηκε· διὰ τοῦτο εὔφορος αὐτῆς γέγονεν ἡ γαστὴρ, καὶ ἑτέρους ἐκτήσατο παῖδας· διὰ τοῦτο καὶ ἐν τῷ κόσμῳ εἶδεν εὐδοκιμοῦντα. Εἰ γὰρ ἄνθρωποι τιμώμενοι ἀντιτιμῶσιν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τοῦ τιμηθῆναι τοῦτο ποιῶν; Μέχρι τίνος ἐσμὲν σάρκες; μέχρι τίνος ἐπὶ γῆς κύπτομεν; Πάντα ἡμῖν δεύτερα ἔστω τῆς προνοίας τῶν παίδων, καὶ τοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου αὐτὰ ἐκτρέφεσθαι.

Ἂν μάθῃ φιλόσοφος εἶναι ἐκ προοιμίων, πλοῦτον ἐκτήσατο παντὸς πλούτου μείζονα, καὶ δόξαν δυνατωτέραν.

Οὐδὲν τοσοῦτον ἐργάσῃ τέχνην διδάσκων αὐτὸν καὶ παιδείαν τὴν ἔξωθεν, δι᾽ ἧς χρήματα κτήσεται, ὅσον ἐὰν διδάξῃς αὐτὸν τέχνην, δι᾽ ἧς χρημάτων καταφρονήσει. Εἰ βούλει ποιῆσαι αὐτὸν πλούσιον, οὕτω ποίησον. Πλούσιος γὰρ οὐχ ὁ πολλῶν χρημάτων δεόμενος, καὶ πολλὰ περιβεβλημένος, ἀλλ᾽ ὁ μηδενὸς χρείαν ἔχων. Τοῦτο παίδευσον τὸν υἱὸν, τοῦτο δίδαξον· οὗτος μέγιστος πλοῦτος. Μὴ ζήτει πῶς εὐδόκιμον ἐργάσῃ ἐν διδάγμασι τοῖς ἔξωθεν, καὶ ἐπίδοξον ποιήσεις, ἀλλὰ φρόντισον πῶς αὐτὸν διδάξεις καταφρονεῖν τῆς δόξης τῆς ἐν τῷ βίῳ τούτῳ· ἐκεῖθεν λαμπρότερος καὶ ἐνδοξότερος γένοιτο ἄν. Ταῦτα καὶ τῷ πένητι καὶ τῷ πλουσίῳ δυνατὸν ποιεῖν· ταῦτα οὐκ ἐκ· διδασκάλου μανθάνει τις, οὐδὲ διὰ τέχνης, ἀλλὰ διὰ τῶν θείων λογίων. Μὴ ζήτει ὅπως μακρὸν ὧδε ζήσεται βίον, ἀλλ᾽ ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτελεύτητον.

Τὰ μεγάλα αὐτῷ χαρίζου, μὴ τὰ μικρά. Ἄκουε Παύλου λέγοντος· Ἐκτρέφετε αὐτὰ ἐν παιδεία καὶ νουθεσίᾳ Κυρίου. Μὴ ῥήτορα αὐτὸν σπούδαζε ποιῆσαι, ἀλλὰ φιλοσοφεῖν παίδευε. Ἐκείνου μὲν γὰρ οὐκ ὄντος, οὐδὲν ἔσται βλάβος· τούτου δὲ ἀπόντος, οὐδὲν ἔσται κέρδος μυρίας ῥητορείας. Τρόπων χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥημάτων. Ταῦτα προξενεῖ τὴν βασιλείαν, ταῦτα χαρίζεται καὶ τὰ ὄντως ἀγαθά. Μὴ τὴν γλῶτταν ἀκονήσῃς, ἀλλὰ τὴν ψυχὴν ἐκκάθαιρε. Οὐ κωλύων παιδεύειν ταῦτα λέγω, ἀλλὰ κωλύων ἐκείνοις μόνοις προσέχειν. Μὴ νομίσῃς ὅτι τῷ μονάζοντι μόνῳ τούτων δεῖ τῶν παιδευμάτων τῶν ἀπὸ τῶν Γραφῶν· μάλιστα γὰρ τούτων δεῖ τοῖς παισὶ τοῖς μέλλουσιν εἰς τὸν βίον τοῦτον ἥκειν. Ὥσπερ γὰρ τῆς ἀπὸ τοῦ πλοίου κατασκευῆς καὶ κυβερνήτου καὶ πληρώματος τῶν ναυτῶν οὐχ οὗτος δεῖται ὁ διαπαντὸς ἐπὶ λιμένος ἑστὼς, ἀλλ᾽ ὁ θαλαττεύων ἀεί· οὕτω καὶ ὁ κοσμικὸς, καὶ ὁ μονάζων. Ὁ μὲν γὰρ, καθάπερ εἰς λιμένα ἐστὶν ἀκύμαντον, βίον ἀπράγμονα ζῶν, καὶ πάσης ἀπηλλαγμένον καταιγίδος· οὗτος δὲ διαπαντὸς πελάγιός ἐστι, καὶ θαλαττεύει ἐν μέσῳ πελάγει πολλαῖς τρικυμίαις μαχόμενος· κἂν αὐτὸς μὴ δέηται, ἀλλὰ παρεσκευασμένον εἶναι δεῖ, ὥστε τὰς ἑτέρων ἐμφράξαι γλώττας.

γʹ. Ὥστε ὅσῳ ἂν εὐδόκιμος γένηται ἐν τῷ βίῳ τῷ παρόντι, τοσούτῳ αὐτῷ δεῖ τῆς παιδεύσεως ταύτης. Ἄν τε γὰρ ἐν βασιλείοις τρέφηται, πολλοὶ καὶ Ἕλληνες ἐκεῖ καὶ φιλόσοφοι καὶ οἱ πεφυσημένοι ἐπὶ τῇ παρούσῃ δόξῃ, καθάπερ τόπος τις ὑδερικῶν ἐμπεπλησμένος.

Τοιοῦτόν τί ἐστι τὰ βασίλεια· πάντες εἰσὶ πεφυσημένοι καὶ φλεγμαίνοντες· οἱ δὲ οὐκ ὄντες σπουδάζουσι τοῦτο γενέσθαι. Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους. Ὁ γὰρ μονάζων τίνι διαλέξεται; τῷ τοίχῳ καὶ τῷ ὀρόφῳ; ἀλλὰ τῇ ἐρημίᾳ καὶ ταῖς νάπαις; ἢ τοῖς ὄρνισι καὶ τοῖς δένδροις; Οὐκ ἔχει τοίνυν πολλὴν ἀνάγκην ἐκεῖνος τῆς τοιαύτης διδασκαλίας· ἀλλ᾽ ὅμως ἔργον τίθεται τοῦτο κατορθῶσαι, οὐχ ὥστε ἑτέρους τοσοῦτον παιδεῦσαι, ἀλλ᾽ ὥστε ἑαυτόν. Πολλὴ οὖν χρεία μάλιστα τοῖς ἐν τῷ βίῳ τούτῳ στρεφομένοις τῆς τοιαύτης διδασκαλίας· καὶ γὰρ τοῦ ἁμαρτάνειν πλείονα οὗτος ἀνάγκην ἔχει, ἢ ἐκεῖνος. Εἰ δὲ βούλει γνῶναι, καὶ ἐν τῷ κόσμῳ αὐτῷ ἐπιτηδειότερος ἔσται. Πάντες γὰρ αὐτὸν αἰδεσθήσονται ἀπὸ τῶν ῥημάτων ἐκείνων, ὅταν ὁρῶσιν αὐτὸν ἐν πυρὶ μὴ καιόμενον, μηδὲ ἀρχῆς ἐπιθυμοῦντα· τότε καὶ τεύξεται ταύτης, ὅταν μὴ ἐπιθυμῇ, καὶ βασιλεῖ αἰδεσιμώτερος ἔσται. Οὐ γὰρ ἔνι τὸν τοιοῦτον λαθεῖν.

Ἐν μὲν γὰρ πολλοῖς ὑγιαίνουσι λήσεται ὁ ὑγιαίνων· ἐν δὲ πολλοῖς κάμνουσιν ὅταν εἷς ὑγιαίνων ᾖ, ταχέως καὶ εἰς τὰς βασιλικὰς ἀκοὰς ἡ φήμη διαδραμεῖται, καὶ πολλοῖς αὐτὸν ἐπιστήσει ἔθνεσι. Ταῦτα οὖν εἰδότες, ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου τὰ τέκνα. Ἀλλὰ πένης τίς ἐστι;

Πάλιν πένης· ἀλλὰ τοῦ ἐν βασιλείοις στρεφομένου οὐδὲν ἔσται εὐτελέστερος, ἐπειδὴ μὴ ἐν βασιλείοις ἐστὶν, ἀλλὰ θαυμασθήσεται, καὶ ταχέως εἰς ἀρχὴν ἥξει τὴν ἑκούσιον, οὐ τὴν χειροτονητήν. Εἰ γὰρ Ἕλληνες ἄνδρες τριωβολιμαῖοί τινες καὶ κύνες, φιλοσοφίαν τοιαύτην ἀναδεξάμενοι τριωβολιμαῖον (τοιαύτη γὰρ ἡ Ἑλληνικὴ), μᾶλλον δὲ οὐδὲ αὐτὴν, ἀλλ᾽ ὄνομα αὐτῆς, καὶ τρίβωνα περιθέμενοι, καὶ κόμην θρέψαντες, πολλοὺς δυσωποῦσι· πόσῳ μᾶλλον ὁ ὄντως φιλόσοφος; Εἰ σχῆμα ψευδὲς, εἰ σκιὰ φιλοσοφίας φαινομένη οὕτως αἱρεῖ, τί ἐὰν τὴν ἀληθῆ φιλοσοφίαν ἀγαπήσωμεν καὶ τὴν εἰλικρινῆ; οὐχὶ πάντες θεραπεύσουσι; καὶ οἰκίας καὶ γυναῖκας καὶ παῖδας τοῖς τοιούτοις μετὰ πολλῆς τῆς ἀδείας ἐγχειρίσουσιν; Ἀλλ᾽ οὐκ ἔστιν, οὐκ ἔστι τοιοῦτος φιλόσοφος νῦν. Διὰ τοῦτο οὐδὲ τὸ ὑπόδειγμα ἔστιν εὑρεῖν. Εἰσὶ μὲν γὰρ ἐν μονάζουσιν, ἐν δὲ κοσμικοῖς οὐκέτι. Καὶ ὅτι ἐν μονάζουσίν εἰσι, δυνατὸν πολλοὺς παραγαγεῖν· ὅμως ἕνα ἀπὸ πλειόνων ἐρῶ.

Ἴστε δήπου, καὶ ἀκηκόατε, οἱ δὲ καὶ ἐθεωρήσατε τὸν ἄνδρα, ὃν μέλλω νῦν ἐρεῖν· Ἰουλιανὸν λέγω τὸν θαυμάσιον. Οὗτος ἦν ἀνὴρ ἄγροικος, ταπεινὸς καὶ ἐκ ταπεινῶν· οὐδὲ ὅλως τῆς ἔξωθεν παιδείας ἔμπειρος, ἀλλὰ τῆς ἀπλάστου φιλοσοφίας πεπληρωμένος. Τούτου εἰς τὰς πόλεις ἐμβάλλοντος (σπανιάκις δὲ τοῦτο ἐγίνετο), οὔτε ῥητόρων, οὔτε σοφιστῶν, οὔτε ἄλλου τινὸς εἰσελαύνοντος, τοιαύτη τις ἐγίνετο συστροφή. Τί δὲ λέγω; οὐχὶ πάντων βασιλέων καὶ τὸ ὄνομα αὐτοῦ λαμπρότερον ᾄδεται ἔτι καὶ νῦν; Εἰ δὲ ἐν τῷ κόσμῳ τούτῳ ταῦτα, ἐν τῷ κόσμῳ, ἐν ᾧ μηδὲν ἡμῖν ἐπηγγείλατο ἀγαθὸν ὁ Δεσπότης, ἐν ᾧ ξένους ἡμᾶς εἶπεν εἶναι, ἐννοήσωμεν ἐν τοῖς οὐρανοῖς πόσα ἔσται τὰ ἀποκείμενα ἀγαθά· εἰ ἔνθα πάροικοι ἦσαν, τοσαύτης ἀπέλαυον τιμῆς, ἔνθα αἱ πόλεις εἰσὶ, πόσης ἀπολαύσουσι δόξης; εἰ ἔνθα θλῖψιν ἐπηγγείλατο, τοσαύτη θεραπεία, ἔνθα ὄντως τιμὰς ἐπαγγέλλεται, πόση ἔσται ἡ ἄνεσις; Ἀλλὰ βούλεσθε καὶ κοσμικοὺς ἐπιδείξωμεν;

Νῦν μὲν γὰρ οὐκ ἔχομεν· πλήν εἰσι μὲν ἴσως καὶ κοσμικοὶ ἐπιεικεῖς, ἀλλ᾽ εἰς τὴν ἄκραν οὐχ ἥκοντες φιλοσοφίαν. Διὸ ἀπὸ τῶν παλαιῶν καὶ ἁγίων ἐρῶ ὑμῖν τὰ ὑποδείγματα. Πόσοι γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, τῶν εἰρημένων οὐδὲν ἔλαττον, οὐδὲν ἔλαττον ἔσχον; Ἀλλὰ νῦν οὐκέτι ἐστὶ διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καθώς φησιν ὁ μακάριος οὗτος. Τίνα οὖν βούλεσθε εἴπω; τὸν Νῶε, ἢ τὸν Ἀβραάμ; τὸν τούτου παῖδα, ἢ τὸν ἐκείνου; ἀλλὰ τὸν Ἰωσήφ; Ἀλλὰ βούλεσθε ἐπὶ τοὺς προφήτας ἔλθωμεν; τὸν Μωϋσέα λέγω, τὸν Ἡσαΐαν.

δʹ. Ἀλλ᾽, εἰ δοκεῖ, ἐπὶ τὸν Ἀβραὰμ τὸν λόγον ἑλκύσωμεν, ὃν μάλιστα πάντες προφέρουσιν ἡμῖν ἀεί. Οὐχὶ γυναῖκα εἶχεν; οὐχὶ παῖδας; καὶ γὰρ καὶ ἐγὼ τοῦτο λέγω πρὸς ὑμᾶς, ὅπερ ὑμεῖς πρὸς ἡμᾶς. Γυναῖκα εἶχεν, ἀλλ᾽ οὐκ ἐπειδὴ γυναῖκα εἶχε, θαυμαστὸς ἦν· χρήματα εἶχεν, ἀλλ᾽ οὐκ ἐπειδὴ χρήματα εἶχεν, ἤρεσε τῷ Θεῷ· παῖδας ἔτεκεν, ἀλλ᾽ οὐκ ἐπειδὴ παῖδας ἔτεκεν, ἐμακαρίζετο· τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἐκέκτητο, ἀλλ᾽ οὐ τούτου χάριν ἐθαυμάζετο.

Ἀλλὰ βούλει μαθεῖν πόθεν; ἀπὸ τῆς φιλοξενίας, ἀπὸ τῆς τῶν χρημάτων ὑπεροψίας, ἀπὸ τῆς κοσμιότητος. Τί γάρ ἐστιν, εἰπέ μοι, φιλοσόφου; οὐχὶ καὶ χρημάτων καὶ δόξης καταφρονεῖν; καὶ φθόνου καὶ παντὸς πάθους ἀνώτερον εἶναι; Φέρε οὖν, αὐτὸν εἰς μέσον ἀγαγόντες ἀποδύσωμεν, καὶ δείξωμεν ὑμῖν οἷος φιλόσοφος ἦν. Οὐδὲν ἡγεῖτο πατρίδα πρῶτον· Ἔξελθε γὰρ, ἤκουσεν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· καὶ εὐθέως ἐξῆλθεν. Οὐ προσεδέδετο οἰκίᾳ· ἦ γὰρ ἂν οὐκ ἐξῆλθεν· οὐ συνηθείας φιλίᾳ, οὐκ ἄλλῳ οὐδενί. Εἶτα δόξης μάλιστα πάντων ἐκεῖνος κατεφρόνησε καὶ χρημάτων· καὶ γὰρ πόλεμον τροπωσάμενος, καὶ λάφυρα ἀξιούμενος λαβεῖν, κατέπτυσεν. Ἀλλ᾽ ὁ παῖς ὁ τούτου, οὐ διὰ τὰ χρήματα πάλιν ἐθαυμάζετο, ἀλλὰ διὰ τὴν φιλοξενίαν, οὐ διὰ τὰ παιδία, ἀλλὰ διὰ τὴν ὑπακοὴν, οὐ διὰ τὴν γυναῖκα, ἀλλὰ διὰ τὴν στείρωσιν τὴν ἐπὶ τῇ γυναικί. Οὐδὲν τὴν παροῦσαν ἡγοῦντο ζωὴν, οὐκ ἐχρηματίζοντο, ὑπερεώρων ἁπάντων.

Εἰπὲ γάρ μοι, ποῖα τῶν φυτῶν ἐστιν ἄριστα; οὐχ ἅπερ ἂν οἴκοθεν ἔχῃ τὴν ἰσχὺν, καὶ μήτε ὄμβροις, μήτε χαλάζαις, μήτε ἀνέμων ῥύμαις, μήτε ἄλλῃ τινὶ τοιαύτῃ ἀνωμαλίᾳ βλάπτηται, ἀλλὰ γυμνὰ ἕστηκε πάντων καταφρονοῦντα, μήτε θριγκίων, μήτε φραγμῶν δεόμενα; Τοιοῦτος ὁ φιλόσοφός ἐστι, τοιοῦτος ὁ πλοῦτος ἐκεῖνος· οὐδὲν ἔχει, καὶ πάντα ἔχει· πάντα ἔχει, καὶ οὐδὲν ἔχει. Ὁ γὰρ τοῖχος οὐκ ἔνδον, ἀλλ᾽ ἔξωθέν ἐστιν, ὁ θριγκὸς οὐ τῆς φύσεώς ἐστιν, ἀλλ᾽ ἔξωθεν περιβαλλόμενος. Τί δὲ, εἰπέ μοι; ποῖον σῶμα ἰσχυρόν ἐστιν; οὐχ ὅπερ ἂν ὑγιαῖνον ᾖ, καὶ μήτε λιμῷ, μήτε πλησμονῇ, μήτε ψύχει, μήτε καύματι ἁλίσκηται· ἢ τὸ πρὸς πάντα ταῦτα ὑποκείμενον, καὶ τραπεζοποιῶν καὶ ὑφαντῶν καὶ θηρευτῶν καὶ ἰατρῶν δεόμενον, ἵνα ὑγιαίνῃ; Ἐκεῖνός ἐστι πλούσιος, ὁ ὄντως φιλόσοφος, ὁ μηδενὸς τούτων δεόμενος.

Διὰ τοῦτο ὁ μακάριος οὗτος ἔλεγεν· Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Μὴ τοίνυν θριγκία ἔξωθεν περιβάλλετε· τοῦτο γὰρ ὁ πλοῦτος, τοῦτο ἡ δόξα. Ὅταν γὰρ ταῦτα καταπέσῃ, καταπίπτει δὲ, γυμνὸν ἕστηκε καὶ εὐάλωτον τὸ φυτὸν, οὐ μόνον οὐδὲν κερδᾶναν ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ βλαβέν.

Ἐκεῖνα γὰρ τὰ θριγκία τὰ κωλύοντα αὐτὸ ἐγγυμνάζεσθαι πρὸς τὰς τῶν ἀνέμων προσβολὰς, νῦν ἀθρόον καταπεσεῖν παρεσκεύασεν. Ὥστε βλάπτει μᾶλλον ὁ πλοῦτος, ἀμελετήτους παρασκευάζων πρὸς τὰς ἀνωμαλίας τοῦ βίου. Τοιούτους τοίνυν παρασκευάζωμεν τοὺς παῖδας, ὥστε δύνασθαι πρὸς πάντα ἀντέχειν, καὶ μὴ ξενίζεσθαι τοῖς ἐπιοῦσιν· ἐκτρέφωμεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται.

Εἰ γὰρ ἄνθρωποι ἀγάλματα ποιοῦντες βασιλέων, καὶ εἰκόνας γράφοντες, τοσαύτης ἀπολαύουσι τιμῆς· ἡμεῖς τὴν βασιλικὴν εἰκόνα καλλωπίζοντες (εἰκὼν γὰρ τοῦ Θεοῦ ὁ ἄνθρωπος), οὐ μυρίων ἀπολαύσομεν τῶν ἀγαθῶν, τὸ καθ᾽ ὁμοίωσιν ἀποδιδόντες; Τοῦτο γάρ ἐστιν ὅμοιον, ἡ τῆς ψυχῆς ἀρετὴ, ὅταν ἀγαθοὺς εἶναι παιδεύσωμεν τοὺς παῖδας, ὅταν ἀοργήτους, ὅταν ἀμνησικάκους· ταῦτα πάντα Θεοῦ ἴδια, ὅταν εὐεργετικοὺς, ὅταν φιλανθρώπους, ὅταν παιδεύσωμεν τὰ παρόντα μηδὲν ἡγεῖσθαι. Τοῦτο τοίνυν ἡμῖν ἔργον ἔστω καὶ ἑαυτοὺς, κἀκείνους πλάττειν καὶ ῥυθμίζειν εἰς δέον· ἐπεὶ ποίᾳ παῤῥησίᾳ στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ; Εἰ γὰρ ἐπισκοπῆς ἀνάξιος ὁ παῖδας ἀνυποτάκτους ἔχων, πολλῷ μᾶλλον τῆς βασιλείας τῶν οὐρανῶν. Τί λέγεις; κἂν γυναῖκα ἄτακτον ἔχωμεν, κἂν παῖδας, εὐθύνας ὑφέξομεν; Ναὶ, ἐὰν μὴ μετὰ ἀκριβείας τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκωμεν· οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ οἰκεία ἀρετὴ πρὸς σωτηρίαν.

Εἰ γὰρ ὁ τὸ τάλαντον τὸ ἓν μὴ καταβαλόμενος, οὐδὲν ἐκέρδανεν, ἀλλὰ καὶ οὕτω κολάζεται· δῆλον ὅτι οὐκ ἀρκεῖ ἡ οἰκεία ἀρετὴ εἰς σωτηρίαν, ἀλλὰ δεῖ καὶ τῆς ἑτέρου. Πολλὴν τοίνυν ποιώμεθα καὶ τῶν γυναικῶν φροντίδα, πολλὴν καὶ τῶν παίδων πρόνοιαν καὶ τῶν οἰκετῶν, πολλὴν καὶ ἡμῶν αὐτῶν, καὶ ἐν τῷ ἑαυτοὺς, καὶ ἐν τῷ ἐκείνους ῥυθμίζειν, τὸν Θεὸν παρακαλῶμεν, ὥστε συναντιλαβέσθαι ἡμῖν τοῦ ἔργου. Ἂν ἴδῃ ἡμᾶς τοῦτο μεριμνῶντας, τούτου φροντίζοντας, συναντιλήψεται· ἂν δὲ μηδένα ποιουμένους λόγον, οὐ δώσει χεῖρα. Οὐ γὰρ καθεύδουσιν ἡμῖν χορηγεῖ τὴν βοήθειαν ὁ Θεὸς, ἀλλὰ πονουμένοις καὶ αὐτοῖς. Ὁ γὰρ βοηθὸς οὐ τοῦ ἀργοῦντός ἐστι βοηθὸς, ἀλλὰ τοῦ καὶ αὐτοῦ ἐργαζομένου. Δυνατὸς δὲ ὁ ἀγαθὸς Θεὸς δι᾽ ἑαυτοῦ τὸ ἔργον εἰς τέλος ἀγαγεῖν, ἵνα ἀξιωθῶμεν πάντες ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ᾽ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ᾽ εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.

αʹ. Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας. Διὰ τοῦτο ὁ μακάριος Παῦλος οὐδὲ τούτου τοῦ μέρους ἠμέλησεν· ἀλλ᾽ ἔρχεται μὲν ἔσχατον ἐπ᾽ αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώματι.

Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ᾽ ἐν τῷ μέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπημένην ἀνέστησε ψυχὴν, εὐθέως παρεμυθήσατο. Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ μετ᾽ ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶμα τελεῖ· μᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου;

Διὰ γὰρ τοῦτο, φησὶ, φημί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι· πολλῷ μᾶλλον τὸν οἰκέτην. Οὐ γὰρ δυσγένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ᾽ ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι, καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον. Καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ πολλοῦ φόβου καὶ τρόμου ἐδούλευον. Ἐν ἁπλότητι, φησὶ, καρδίας. Καλῶς εἶπεν· ἐπειδὴ ἔνι μετὰ φόβου καὶ τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλ᾽ ὡς ἂν ἐξῇ.

Λανθάνουσι γὰρ πολλοὶ πολλὰ κακουργοῦντες περὶ τοὺς δεσπότας τοὺς αὐτῶν. Καὶ ταύτην γοῦν ἀναιρεῖ τὴν κακουργίαν, λέγων· Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Κυρίῳ. Μὴ κατ᾽ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ᾽ εὐνοίας δουλεύοντες, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.

Ὁρᾷς πόσων ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν, τὸ, Μετ᾽ εὐνοίας, λέγω, καὶ ἐκ ψυχῆς; Ἐκεῖνο μὲν γὰρ πολλοὺς ὁρῶμεν τοῖς δεσπόταις παρέχοντας, τὸ τοῦ φόβου καὶ τὸ τοῦ τρόμου λέγω, καὶ πρὸς ἐκεῖνο ἡ τοῦ Δεσπότου ἀπειλὴ πολλὰ ἀνύει· Ἀλλὰ δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις, οὐχ ὡς ἀνθρώπου· ποίησον εἶναι σὸν τὸ κατόρθωμα. μὴ τῆς ἀνάγκης. Ὥσπερ τὸν παρ᾽ ἑτέρου κακῶς πάσχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως· οὔτε καὶ τοῦτον. Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ᾽ ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης. Ὁ γὰρ ἐπιδαψιλευσάμενος τῷ παθεῖν κακῶς, καὶ ὅπερ οὐκ ἦν αὐτοῦ, ἐποίησεν ἑαυτοῦ τῷ ῥαπισθῆναι καὶ τὴν ἄλλην σιαγόνα, μὴ τῷ μόνον ἐνεγκεῖν. Τοῦτο μὲν γὰρ ἴσως δόξει καὶ φόβου εἶναι· ἐκεῖνο δὲ φιλοσοφίας πολλῆς. Οὐκοῦν ἔδειξας, ὅτι καὶ τοῦτο διὰ φιλοσοφίαν ἤνεγκας. Ὥστε καὶ νῦν δεῖξον ἐνταῦθα, ὅτι καὶ ταύτην ἑκοντὶ φέρεις τὴν δουλείαν, καὶ οὐχ ὡς ἀνθρωπάρεσκος. Ὁ ἄρα τοιοῦτος, οὐ δοῦλος τοῦ Χριστοῦ· ὁ δὲ δοῦλος τοῦ Χριστοῦ, οὐκ ἀνθρωπάρεσκος. Τίς γὰρ Θεοῦ δοῦλος ὢν, ἀνθρώποις ἀρέσκειν βούλεται; τίς δὲ ἀνθρώποις ἀρέσκων, Θεοῦ δύναται εἶναι δοῦλος; Ἐκ ψυχῆς, φησὶ, μετ᾽ εὐνοίαι δουλεύοντες.

Καλῶς οὕτως εἶπεν· ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ μὴ κακούργως, μὴ μὴν πάσῃ δυνάμει, ἀλλὰ τὸ ὀφειλόμενον μόνον πληροῦν, διὰ τοῦτό φησιν, ἀπὸ προθυμίας, μὴ ἀπὸ ἀνάγκης, ἀπὸ προαιρέσεως, μὴ ἀπὸ βίας. Ἂν οὕτω δουλεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως, ἂν μετ᾽ εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν. Ταύτην γὰρ τὴν δουλείαν καὶ Παῦλος δουλεύει ὁ ἐλεύθερος, καὶ βοᾷ λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.

βʹ. Ὅρα πῶς ἀφαιρεῖταί σου τὴν δυσγένειαν τῆς δουλείας. Ὥσπερ γὰρ ὁ χρήματα ἀφῃρημένος, ἂν καὶ ἕτερα προσδῷ τῷ λαβόντι, οὐκ ἐν τοῖς ἀφῃρημένοις, ἀλλ᾽ ἐν τοῖς φιλοτίμοις κεῖται, οὐκ ἐν τοῖς παθοῦσι κακῶς, ἀλλ᾽ ἐν τοῖς ποιοῦσι καλῶς, καὶ μᾶλλον ὀνείδει περιέβαλε τῷ χαρίσασθαι, ἢ περιεβλήθη τῷ ἀφαιρεθῆναι· οὕτω δὴ ἐνταῦθα, τῇ δαψιλείᾳ καὶ μεγαλοψυχότερος φανεῖται, καὶ δεικνὺς ὅτι οὐκ ᾔσθετο τῆς ἁρπαγῆς, ἐντρέψει ἐκεῖνον. Οὐκοῦν διὰ τὸν Χριστὸν δουλεύωμεν τοῖς δεσπόταις, Εἰδότες, φησὶν, ὅτι ὃ ἄν τι ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.

Ἐπειδὴ γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας μὴ αἰσχύνεσθαι, μηδὲ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο, ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαῤῥεῖν περὶ τῆς ἀμοιβῆς. Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν μὴ ἀμείβωνται τοὺς εὐεργέτας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν· οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν παθόντες εὖ παρὰ σοῦ μὴ ἀμείψωνταί σε, μᾶλλον ἠμείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι καταστήσαντες.

Καὶ οἱ κύριοι, φησὶ, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. —Τὰ αὐτά· ποῖα; Μετ᾽ εὐνοίας δουλεύετε. Ἀλλ᾽ οὐκ εἶπε, δουλεύετε, καίτοι γε εἰπὼν τὰ αὐτὰ, τοῦτο ἐδήλωσε· δουλεύει γὰρ καὶ ὁ δεσπότης. Μὴ ὡς ἀνθρωπάρεσκοι, φησὶ, μετὰ φόβου καὶ τρόμου, τουτέστι, τοῦ πρὸς τὸν Θεὸν, δεδοικότες μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας.

Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, μηδὲ ἐπαχθεῖς γίνεσθε. Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς ἐφόβησε! Τουτέστι, τῷ μέτρῳ, ᾧ μετρεῖς, ἀντιμετρηθήσεταί σοι. Μὴ ἀκούσῃς· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι.

Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι παρ᾽ αὐτῷ. Μὴ νομίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόμενα, οὕτως ἀφήσει. Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ Δεσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς.

Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον (καὶ γὰρ οἶδα πολλοὺς καὶ ἐρωτῶντας τὰ τοιαῦτα ἡδέως καὶ μαθεῖν βουλομένους), ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ᾽ οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώμονες ὦσιν.

Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πατέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως ἡμῶν Πατέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐγενείας, ἐξύβρισεν εἰς τὴν φύσιν. Εἶτα καὶ πόλεμοι καὶ μάχαι αἰχμαλώτους ἔλαβον. Ἀλλ᾽ ὁ Ἀβραὰμ εἶχεν οἰκέτας, φησίν. Ἀλλ᾽ οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ· τὴν γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω, φησὶ, καὶ αὐτοὶ, ὡς δοῦλοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωμονικοί.

Εἰ δὲ βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦμεν περὶ τῶν οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων· διδάσκετε αὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. Νῦν δὲ εἰς μὲν θέατρον ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλησίαν, οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν.

Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ δεσπότου ἑτέροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον. Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι μὲν τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπίτροποι καὶ ἄρχοντες ἐπὶ ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φημὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν ἰδίων γυναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων.

Ἆρα οὐ δοκεῖ σοι, καθάπερ τις βασιλεὺς εἶναι, τοσούτους ἔχων ἄρχοντας ὑποτεταγμένους ἑαυτῷ, καὶ πάντων προσήκειν αὐτὸν οἰκονομικώτερον εἶναι καὶ πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε λαμπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτερος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήματος, καὶ ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα καλῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶν, ἐνδυναμοῦσθε ἐν Κυρίῳ. Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ.