Ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Ἰδοὺ πάλιν τὸ, Ἐν Υἱῷ, διὰ τοῦ Υἱοῦ, φησὶ, πρὸς τοὺς λέγοντας τῷ Πνεύματι τοῦτο ἁρμόζειν. Ὁρᾷς ὅτι καὶ τὸ, ἐν, διὰ ἐστί; Καὶ τὸ, Πάλαι, καὶ τὸ, Ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, πάλιν ἕτερόν τι αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πολλοῦ χρόνου γενομένου μέσου, ὅτε ἐμέλλομεν κολάζεσθαι, ὅτε ἐκλελοίπει τὰ χαρίσματα, ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, ὅτε πανταχόθεν προσεδοκῶμεν ἔλαττον ἔχειν, τότε πλέον ἐσχήκαμεν. Καὶ θέα πῶς συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν, Ὁ Χριστὸς ἐλάλησε, καίτοι γε αὐτὸς ἦν ὁ λαλήσας· ἀλλ᾽ ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο τὰ περὶ τοῦ Χριστοῦ, Ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, φησί. Τί λέγεις; ὁ Θεὸς διὰ τοῦ Υἱοῦ ἐλάλησε; Ναί. Ποῦ οὖν ἡ ὑπεροχή; ἐνταῦθα μὲν γὰρ ἔδειξας, ὅτι καὶ ἡ Καινὴ καὶ ἡ Παλαιὰ ἑνός ἐστι καὶ τοῦ αὐτοῦ, οὐ πολλὴν δὲ ταύτην ὑπεροχὴν οὖσαν. Διὰ τοῦτο λοιπὸν τούτῳ ἐπεξέρχεται τῷ λόγῳ, λέγων· Ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Ὅρα πῶς αὐτὸ κοινοποιεῖ, καὶ ἐξισοῖ τοῖς μαθηταῖς ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἐλάλησεν ἡμῖν. Καίτοι γε αὐτῷ οὐκ ἐλάλησεν, ἀλλὰ τοῖς ἀποστόλοις, καὶ δι᾽ αὐτῶν τοῖς πολλοῖς. Ἀλλ᾽ ἐπαίρει αὐτοὺς, καὶ δείκνυσιν, ὅτι καὶ αὐτοῖς ἐλάλησεν, ἅμα δὲ καθάπτεταί πως τῶν Ἰουδαίων. Σχεδὸν γὰρ ἅπαντες, οἷς ἐλάλησαν οἱ προφῆται, μοχθηροί τινες ἦσαν καὶ μιαροί.