Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. αʹ. Καθαψάμενος γενναίως τῶν Ἑβραίων, καὶ φοβήσας αὐτοὺς ἱκανῶς, πρῶτον μὲν τοῖς ἐγκωμίοις παραμυθεῖται, δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τῷ πάντως ἐπιτεύξεσθαι αὐτοὺς τῶν ἐλπιζομένων. Καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν ἐνεστώτων ποιεῖται, ἀλλὰ πάλιν ἀπὸ τῶν παρελθόντων· ὃ δὴ μᾶλλον αὐτοὺς ἔπειθεν. Ὥσπερ γὰρ ἐν τῇ κολάσει δι᾽ ἐκείνων μᾶλλον φοβεῖ, οὕτω καὶ ἐν τοῖς ἐπάθλοις διὰ τούτων παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς ἔθος· τοῦτο δέ ἐστι, τὸ μὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελμένα, ἀλλὰ διὰ μακροῦ τοῦ χρόνου. Ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάμεως μέγιστον τεκμήριον ἐκφέρων, καὶ ἡμᾶς εἰς πίστιν ἐνάγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας μὴ λαμβάνοντες μηδὲ τοὺς μισθοὺς, μὴ ἀπαγορεύωσι πρὸς τοὺς καμάτους. Καὶ πάντας ἀφιεὶς, καίτοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἀβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ᾽ αὐτοῦ τοῦτο συμβεβηκέναι. Καίτοι γε ἐν τῷ τέλει τῆς ἐπιστολῆς, φησὶν, ὅτι οὗτοι πάντες πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τῷ γὰρ Ἀβραὰμ, φησὶν, ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ᾽ οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ᾽ ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.