Πάντα ἐξηλλαγμένα, Διὰ δὲ τοῦ ἰδίου αἵματος, φησὶν, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια. Ἰδοὺ τὸν οὐρανὸν τοῦτο ἐκάλεσεν. Ἐφάπαξ, φησὶν, εἰσῆλθεν εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος· καὶ τὸ, Εὑράμενος, σφόδρα τῶν ἀπόρων ἦν καὶ τῶν παρὰ προσδοκίαν, πῶς διὰ μιᾶς εἰσόδου αἰωνίαν λύτρωσιν ηὕρατο. Εἶτα τὸ πιθανόν· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρίσαι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἷμα τοῦ Χριστοῦ. Ἵνα γὰρ μὴ ἀκούσας, Ἁγιάζει, μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον, καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινός· καὶ λέγει, ὅτι εἰκότως, εἴ γε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ. Καὶ οὐκ ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς· Ὃς διὰ Πνεύματος ἁγίου, φησὶν, ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ· τουτέστι, τὸ ἱερεῖον ἄμωμον ἦν ἁμαρτιῶν καθαρόν. Τὸ δὲ, Διὰ Πνεύματος ἁγίου, δηλοῖ ὅτι οὐ διὰ πυρὸς προσήνεκται, οὐδὲ δι᾽ ἄλλων τινῶν. Καθαριεῖ τὴν συνείδησιν ὑμῶν, φησὶν, ἀπὸ νεκρῶν ἔργων.