Ἥτις ἔχει, φησὶ, μισθαποδοσίαν μεγάλην. Τί ἐστι τοῦτο; Τότε αὐτὰ ληψόμεθα, φησίν. Οὐκοῦν, εἰ κατὰ τὸ μέλλον ἀπόκειται, οὐ δεῖ ἐνταῦθα ζητεῖν. Εἶτα, ἵνα μή τις εἴπῃ, Ἰδοὺ τὰ παρ᾽ ἡμῶν πάντα ὑπῆρκται, διὰ τοῦτο προέλαβεν αὐτοὺς καὶ τῇ αὐτῶν ὑπολήψει· μονονουχὶ τοῦτο λέγων· Εἰ ἐν οὐρανοῖς γινώσκετε ἔχειν ὕπαρξιν κρείσσονα, μηδὲν ἐνταῦθα ζητεῖτε· ὑπομονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρισθέν. Οὐδενὸς ὑμῖν ἑτέρου δεῖ, ἀλλ᾽ ἢ ὥστε στῆναι, ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ὑπομονῆς γὰρ ἔχετε, φησὶ, χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἄρα ἑνὸς ὑμῖν δεῖ μόνου, ἵνα ἀναμείνητε τὴν μέλλησιν, οὐχ ἵνα ἀθλήσητε πάλιν. Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσμοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑμῶν ἡρπάγη· τί οὖν; Πρὸς τὸ στεφανωθῆναι ἑστήκατε λοιπόν· τοῦτο μόνον φέρετε, τὴν μέλλησιν τοῦ στεφάνου.