Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί; ἀφίησι μὲν τὰ βέλη· ἀναίσχυντος γάρ ἐστιν· οὐκ ἐπιτυγχάνει δὲ, ἀλλ᾽ ὑποστρέφει πρὸς αὐτὸν κενὸν τὸ βέλος, καὶ οὐ μόνον κενὸν, ἀλλὰ καὶ εἰς τὴν αὐτοῦ κεφαλήν· δεῖ γὰρ πάντως πλῆξαι τὸ παρ᾽ αὐτοῦ πεμπόμενον. Ὥσπερ οὖν τὸ παρὰ ἀνθρώπων βληθὲν, ἢ τὸ καθ᾽ οὗ πέμπεται βάλλει, ἢ ὄρνεον, ἢ τοῖχον, ἢ ἱμάτιον, ἢ ξύλον, ἢ αὐτὸν τὸν ἀέρα διατέμνει· οὕτω καὶ τὸ τοῦ διαβόλου βέλος, δεῖ μὲν πλῆξαι πάντως, ἂν δὲ τὸν βαλλόμενον μὴ πλήξῃ, πάντως τὸν πέμποντα ἔπληξε. Καὶ ἔστι πολλαχόθεν τοῦτο μαθεῖν, ὅτι, ὅταν ἡμεῖς μὴ πληγῶμεν, πάντως ἐκεῖνος πλήττεται· οἷόν τι λέγω, Ἐπεβούλευσε τῷ Ἰὼβ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ᾽ ἐπλήγη αὐτός· ἐπεβούλευσε τῷ Παύλῳ, οὐκ ἔπληξεν αὐτὸν, ἀλλ᾽ ἐπλήγη αὐτός. Καὶ πανταχοῦ τοῦτο ἔστιν, ἐὰν νήφωμεν, ἰδεῖν γινόμενον. Καὶ ὅταν μὲν γὰρ πλήξῃ, πλήττεται· πολλῷ δὲ πλέον, ὅτε κατ᾽ ἐκείνου τοῖς ξίφεσι καὶ τῷ θυρεῷ τῆς πίστεως καθοπλίσαντες καὶ τειχίσαντες ἑαυτοὺς, ἐν ἀσφαλείᾳ διατηρῶμεν, ὥστε ἀνάλωτοι γίνεσθαι. Βέλος δέ ἐστι τοῦ διαβόλου ἐπιθυμία πονηρά. Ὀργὴ μάλιστα· πῦρ ἐστι, φλόξ ἐστι, συναρπάζει, ἀναιρεῖ, κατακαίει· ἀλλ᾽ ἡμεῖς τῇ μακροθυμίᾳ τῇ ἀνοχῇ αὐτὴν σβέσωμεν.