Τί γὰρ δεῖ μοί τινος τούτων; αὐτὸς ἔσται μοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι; οὐ πολλῷ μᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυμαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ᾽ ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ᾽ αὐθεντικῶς ποιεῖ. Καλῶς· οὐκοῦν ὁμολόγησον πρῶτον καὶ εἰπὲ, ὅτι οὐ δεῖται τοῦ Πατρὸς, καὶ αὐθεντικῶς ποιεῖ· καὶ τότε σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν· οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω μόνον, ἀλλὰ καὶ τὸ ἐν ἡμέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς· ἄγρυπνος γὰρ καλεῖται ὁ τοιοῦτος.