Ἁμαρτία μόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νομίζει αἰσχύνην, ἀλλὰ πάντα μᾶλλον ἢ ταύτην. Ἱμάτια ἔστω τὰ τῆς χρείας, μὴ περιττά· πλὴν ἀλλ᾽ ἵνα μὴ εἰς πολλὴν στενοχωρίαν ὑμᾶς κατακλείσωμεν, ἐκεῖνο παρεγγυῶ, ὅτι χρυσοπάστων ἡμῖν οὐ δεῖ, οὐδὲ λεπτῶν ὀθονίων. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω· ὅτι γὰρ οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος, καὶ παρεγγυῶντος ταῖς γυναιξὶ Κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ἀλλὰ ποταπῷ βούλει, ὦ Παῦλε, εἰπέ· ἴσως γὰρ ἐροῦσιν, ὅτι τὰ χρυσᾶ μόνα ἐστὶ πολυτελῆ, τὰ δὲ σηρικὰ οὐ πολυτελῆ· εἰπὲ ποταπῷ βούλει. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις, φησὶν, ἀρκεσθησόμεθα. Τοιοῦτον ἔστω τὸ ἱμάτιον, φησὶν, ὥστε σκέπειν μόνον. Διὰ γὰρ τοῦτο ἔδωκεν ἡμῖν αὐτὰ ὁ Θεὸς, ἵνα σκέπωμεν τὴν γυμνότητα· τοῦτο δὲ οἱονδήποτε ἱμάτιον ποιῆσαι δύναται εὐτελοῦς ὃν τιμῆς. Τάχα γελᾶτε, αἱ τὰ σηρικὰ φοροῦσαι ἱμάτια· γελᾶσαι γὰρ ὄντως χρή. Τί μὲν Παῦλος ἐπέταξε; τί δὲ ἡμεῖς πράττομεν; Οὐ πρὸς τὰς γυναῖκας δέ μοι ὁ λόγος μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἄνδρας. Πάντα γὰρ τὰ λοιπὰ, ἅπερ ἔχομεν, περιττά· μόνοι οἱ πένητες οὐ περιττὰ κέκτηνται· τάχα δὲ κἀκεῖνοι δι᾽ ἀνάγκην, ὡς, εἴ γε ἐξῆν, οὐκ ἂν οὐδὲ ἐκεῖνοι ἀπέσχοντο. Πλὴν ἀλλ᾽, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τέως ἐκεῖνοι τὰ περιττὰ οὐκ ἔχουσι.