Οὐδὲν ἀνεκδίκητον ἔμεινε, φησὶν, ἀλλ᾽ Ἔλαβεν ἔνδικον μισθαποδοσίαν· ἀντὶ τοῦ, κόλασιν. Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ᾽ ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα· οἷον καὶ ἀλλαχοῦ φησιν· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν μισθὸν καλεῖ. Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ᾽ ἐπεξῆλθεν ὁ Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡμαρτηκότας· καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων εἰς φανερὸν γινομένων, εἰ μὴ παραβαθείη τὰ διατεταγμένα. Πῶς οὖν ἡμεῖς, φησὶν, ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Διὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν. Οὐ γὰρ ἐκ πολέμων, φησὶν, ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ᾽ οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. Ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, Τηλικαύτης ἀμελήσαντες σωτηρίας.