Τίμιος ὁ γάμος, φησὶν, ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πῶς τίμιος ὁ γάμος; Ὅτι ἐν σωφροσύνῃ, φησὶ, διατηρεῖ τὸν πιστόν. Ἐνταῦθα καὶ Ἰουδαίους αἰνίττεται, ὅτι βδελυρὰν ἡγοῦντο τὴν κοίτην· Καὶ ὃς ἂν ᾖ, φησὶν, ἀπὸ κοίτης, οὐκ ἔστι καθαρός. Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωμον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως· εἰ γὰρ τίμιος ὁ γάμος καὶ καθαρὸς, τί δήποτε καὶ ἐξ αὐτοῦ μιαίνεσθαι νομίζεις; Ἀφιλάργυρος, φησὶν, ὁ τρόπος. Ἐπειδὴ πολλοὶ μετὰ τὸ κενῶσαι τὰ ὑπάρχοντα, ὕστερον βούλονται προσχήματι ἐλεημοσύνης ἀνακτᾶσθαι πάλιν αὐτὰ, διὰ τοῦτό φησιν, Ἀφιλάργυρος ὁ τρόπος· τουτέστιν, ἵνα τῆς χρείας ὦμεν καὶ τῶν ἀναγκαίων. Τί οὖν, ἂν μηδὲ τούτων, φησὶν, εὐπορῶμεν; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτὸς γὰρ εἶπε, καὶ οὐ ψεύδεται, ὅτι Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡσεὶ ἔλεγε, Τὴν ὑπόσχεσιν ἔχεις παρ᾽ αὐτοῦ, μὴ ἀμφίβαλλε λοιπόν· αὐτὸς ἐπηγγείλατο, μὴ ἀμφισβήτει. Τὸ δὲ, Οὐ μή σε ἀνῶ, οὐ περὶ χρημάτων μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων λέγει. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἰκότως τὸ τοῦ προφήτου ἐπήγαγεν, ἐπισφραγίζων τούτῳ τὸν λόγον, καὶ προθυμοτέρους μᾶλλον ποιῶν, ὥστε μὴ ἀπαγορεύειν.