Τί δήποτε; Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστιν ἅπασιν, ὅ τε πονηρὸς οὐ παραιτήσεται διδάσκειν· ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως· τὸ γοῦν ἐπαγόμενον τοῦτο δηλοῖ. Τί γὰρ βλέπεις, φησὶ, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, φησὶ, ποιεῖν, ποιεῖτε (τὸ δὲ ποιεῖν ἔργων ἐστὶν, οὐ πίστεως)· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ βίου καὶ ἔργων; Ἀλλ᾽ ὁ Παῦλος πρότερον συνέστησεν αὐτοὺς, καὶ τότε φησί· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ἀκουέτωσαν καὶ οἱ ἄρχοντες, μὴ μόνον οἱ ἀρχόμενοι, ὅτι ὥσπερ πειθηνίους εἶναι δεῖ τοὺς ἀρχομένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους εἶναι καὶ νηφαλίους. Τί λέγεις; ἀγρυπνεῖ, κινδύνους ἔχει κατὰ τῆς αὑτοῦ κεφαλῆς, ὑπόκειται ταῖς τιμωρίαις τῶν σῶν ἁμαρτημάτων, καὶ διὰ σὲ τοσούτῳ ἐστὶν ὑπεύθυνος φόβῳ, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀκκίζῃ καὶ βάναυσος εἶ, καὶ οὐ βούλει πείθεσθαι;