Ὅθεν, φησὶ, καὶ σώζειν δύναται. Διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει. Ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, καὶ δύναται πάντων προΐστασθαι. Ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς, εἰ καὶ θαυμαστὸς ἦν, μέχρι τοῦ καιροῦ ἐκείνου ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι· μετὰ δὲ ταῦτα, οὐκέτι· ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ σώζει εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Μυστήριόν τι μέγα αἰνίττεται. Οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ. Πῶς σώζει; Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν, φησίν. Ὁρᾷς ὅσον τὸ ταπεινὸν εἶπε διὰ τὴν ἀνθρωπότητα; οὐ γὰρ ἅπαξ αὐτὸν ἐντυχόντα τούτου τυχεῖν λέγει, ἀλλ᾽ ἀεὶ, καὶ ἡνίκα ἂν δέηται ἐντυγχάνειν ὑπὲρ αὐτῶν· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Οὐ πρὸς τὸ παρὸν μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ. Ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἂν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, αὐτὸς δὲ ἀεὶ δεῖται; τίνος οὖν ἕνεκεν συγκάθηται; Ὁρᾷς ὅτι συγκατάβασίς ἐστι τὸ ταπεινὰ φθέγγεσθαι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲν δείσητε, μηδὲ εἴπητε, Ναὶ, φιλεῖ μὲν ἡμᾶς, καὶ παῤῥησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ᾽ οὐκ ἀεὶ δύναται ζῇν· ἀεὶ γὰρ ζῇ.