τὴν παῤῥησίαν γὰρ ἀρετὴ δίδωσι καὶ τοῦ Θεοῦ φόβος, οὐ τὰ χρήματα· ἐκεῖνα γὰρ καὶ καταδουλοῦνται· Ξένια γὰρ καὶ δῶρα, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. Σκόπει πῶς ὁ πένης ἐκεῖνος Πέτρος Ἀνανίαν τὸν πλούσιον ἐκόλασεν· οὐχ ὁ μὲν πλούσιος ἦν, ὁ δὲ πένης; ἀλλ᾽ ὅρα τοῦτον μὲν μετὰ αὐθεντίας διαλεγόμενον, καὶ λέγοντα, Εἰπέ μοι, Εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἐκεῖνον δὲ μετὰ ὑποστολῆς λέγοντα, Ναὶ, τοσούτου. Καὶ τίς δώσει μοι, φησὶ, κατὰ Πέτρον εἶναι; Ἔξεστί σοι κατὰ Πέτρον εἶναι, ἐὰν θέλῃς ῥῖψαι ἃ ἔχεις· σκόρπισον, δὸς πένησιν, ἀκολούθησον τῷ Χριστῷ, καὶ ἔσῃ τοιοῦτος. Πῶς; ἐκεῖνος, φησὶ, σημεῖα ἐποίησε. Τοῦτο οὖν ἐστιν, εἰπέ μοι, τὸ τὸν Πέτρον ποιῆσαν θαυμαστὸν, ἢ ἡ παῤῥησία ἡ ἀπὸ τῆς πολιτείας; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει. Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἄκουσον τί καὶ ὁ Πέτρος φησίν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Εἴ τις ἔχει ἀργύριον καὶ χρυσίον, ἐκεῖνα οὐκ ἔχει. Τί οὖν, φησὶν, ὅτι πολλοὶ οὔτε ἐκεῖνα, οὔτε ταῦτα ἔχουσιν; Ὅτι οὐχ ἑκόντες πένονται· ἐπεὶ οἱ ἑκόντες πενόμενοι πάντα ἔχουσι τὰ ἀγαθά.