Μηδὲν τοίνυν ἐνταῦθα ζητῆτε, εἰ ἐκεῖ κέκλησθε· ἐκεῖ γὰρ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. Τί οὖν; Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τί ἐστι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Τουτέστι, προνοϊκὸν, προϊστάμενον τῶν αὐτοῦ, καὶ οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς. Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως. Ἀπόστολον δὲ αὐτὸν λέγει διὰ τὸ ἀπεστάλθαι· καὶ ἀρχιερέα φησὶ τῆς ὁμολογίας ἡμῶν, τουτέστι, τῆς πίστεως, Καλῶς εἶπεν· Ὡς Μωϋσῆς· καὶ γὰρ καὶ οὗτος λαὸν, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἐγκεχείρισται, εἰ καὶ μείζονα, καὶ ἐπὶ μείζοσι. Μωϋσῆς μὲν γὰρ ὡς οἰκέτης, Χριστὸς δὲ ὡς Υἱός· καὶ ὁ μὲν τῶν ἀλλοτρίων, οὗτος δὲ τῶν αὐτοῦ κήδεται. Εἰς μαρτύριον τῶν λαληθησομένων. Τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; Καὶ πάνυ γε. Εἰ γὰρ οὐρανὸν μαρτύρεται καὶ γῆν καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ, ὅτι Κύριος ἐλάλησε, καί· Ἀκούσατε φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ· πολλῷ μᾶλλον ἀνθρώπους. Τί ἐστιν, Εἰς μαρτύριον;