Ἀπήλλαξεν ἐκείνων, οὐχ ἵνα πάλιν αὐτὰ πράττωμεν, ἀλλ᾽ ἵνα μὴ πράττωμεν. Εἰ γὰρ ἀπεθάνομεν, φησὶ, τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί οὖν; ἁμαρτησόμεθα ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον; Μὴ γένοιτο. Διὰ τοῦτό σε ἐκείνων ἀπήλλαξεν, ἵνα μηκέτι παλινδρομήσῃς πρὸς τὴν ἀτιμίαν ἐκείνην. Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ᾽ ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα. Πῶς οὖν ἡ φιλανθρωπία τοῦ Θεοῦ, φησὶν, εἴ γε μὴ μέλλοι σώζειν τοὺς κακούς; πολλαχοῦ γὰρ καὶ τοῦτο πολλοὺς ἀκούω λέγοντας, ὅτι φιλάνθρωπός ἐστι, καὶ πάντως σώσει πάντας. Ἵν᾽ οὖν μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν (καὶ γὰρ μέμνημαι τοιαύτην τινὰ ὑπόσχεσιν), φέρε τήμερον τὸν λόγον τοῦτον κινήσωμεν. Διελέχθην περὶ γεέννης πρὸς ὑμᾶς πρώην, καὶ ἀνεβαλόμην τὸν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λόγον· σήμερον οὖν αὐτὸν ἀποδοῦναι καλόν. Ὅτι μὲν οὖν ἔσται γέεννα, ἱκανῶς, ὡς ἐμαυτῷ δοκῶ, τάχα ἀπεδείξαμεν, τὸν κατακλυσμὸν εἰς μέσον ἐνεγκόντες, καὶ τὰ πρότερα κακὰ, καὶ εἰπόντες, ὅτι οὐχ οἷόν τε τὸν ἐκεῖνα ποιήσαντα ἀτιμωρήτους ἐᾶσαι τοὺς νῦν.