Μορφὴ Θεοῦ ὑπάρχων, φησὶν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐνταῦθα περὶ τῆς θεότητος, οὐδαμοῦ τὸ, Ἐγένετο, οὐδαμοῦ τὸ, Ἔλαβεν· ἀλλ᾽, Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. Ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος, τὸ, Ἔλαβε, καὶ, Ἐγένετο. Τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχε. Μὴ δὴ συγχέωμεν, μηδὲ διιστῶμεν. Εἷς Θεὸς, εἷς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ, εἷς, ὅταν εἴπω, ἕνωσιν λέγω, οὐ σύγχυσιν, τῆς φύσεως ταύτης εἰς ἐκείνην μεταπεσούσης, ἀλλὰ ἡνωμένης. Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἰδοὺ, φησὶν, ὑπήκοος γέγονεν, οὐκ ἴσος ὢν ᾧ ὑπήκουσεν. Οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ὦ ἀγνώμονες καὶ ἀνόητοι· ἐπεὶ καὶ φίλοις πολλάκις ὑπακούομεν ἡμεῖς, καὶ οὐδὲν τοῦτο ἡμᾶς ἐλάττους ποιεῖ. Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσὼν, ἀλλὰ τούτῳ αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμῇ. Ἐτίμησε τὸν Πατέρα, οὐχ ἵνα σὺ αὐτὸν ἀτιμάσῃς, ἀλλ᾽ ἵνα μᾶλλον θαυμάσῃς, ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος Υἱὸς, τῷ μάλιστα πάντων τὸν Πατέρα τετιμηκέναι. Οὐδεὶς οὕτως ἐτίμησε τὸν Θεόν. Ὅσον εἶχε τὸ ὕψος, τοσαύτην ταπείνωσιν ὑπέστη ἀντίῤῥοπον. Ὥσπερ πάντων ἐστὶ μείζων, καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν, οὐκ ἀναγκασθεὶς, οὐδὲ ἄκων.