Καὶ πανταχοῦ δὲ τῶν ἄλλων ὁρῶμεν αὐτὸν θερμότερον ὄντα, καὶ προαλλόμενον ἐν τοῖς κινδύνοις. Καὶ ὅτε ὤφθη ἐν τῷ αἰγιαλῷ, τῶν ἄλλων τὸ πλοῖον ἑλκόντων, αὐτὸς οὐκ ἠνέσχετο τῷ πλοίῳ παραγενέσθαι· καὶ μετὰ τὴν ἀνάστασιν δὲ φονώντων Ἰουδαίων καὶ μαινομένων, καὶ ζητούντων αὐτοὺς διασπάσαι, πρῶτος παρελθὼν ἐτόλμησε ῥῆξαι φωνὴν καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς ἀνελήφθη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστιν. Οὐκ ἔστι δὲ ἴσον κεκλεισμένην ἀνοῖξαι θύραν καὶ ἀρχὴν δοῦναι πράγματι, καὶ μετὰ ταῦτα παῤῥησιάσασθαι. Ὁ τοίνυν τὴν ἑαυτοῦ ψυχὴν ἐκδοὺς δήμῳ τοσούτῳ, πῶς ἂν ὑπεκρίθη ποτέ; ὁ μαστιχθεὶς καὶ δεθεὶς, καὶ μηδὲν τῆς παῤῥησίας ἑλόμενος καθυφεῖναι, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν μέσῃ τῇ μητροπόλει, ἔνθα τοσοῦτος κίνδυνος ἦν, πῶς ἂν μετὰ τοσοῦτον χρόνον ἐν Ἀντιοχείᾳ, ἔνθα οὔτε κίνδυνος ἦν, καὶ πολὺ λαμπρότερος αὐτὸς ἐγεγόνει, τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν ἔχων, τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας ἔδεισεν ἄν; Ὁ γὰρ αὐτοὺς Ἰουδαίους μὴ φοβηθεὶς καὶ ἐν ἀρχῇ, καὶ ἐν τῇ μητροπόλει, πῶς ἂν μετὰ χρόνον τοσοῦτον ἐν ἀλλοτρίᾳ ὢν, τοὺς ἐξ ἐκείνων μεταστάντας ἐφοβήθη; Οὐ τοίνυν κατὰ Πέτρου ταῦτά φησιν ὁ Παῦλος, ἀλλ᾽ ἀπὸ τῆς γνώμης ἧς εἶπεν, Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει, ἀπὸ τῆς αὐτῆς καὶ ταῦτα φθέγγεται.