Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Τοῦτο τοῦ προτέρου πολὺ πληκτικώτερον. Οὐ γὰρ οὕτως ἠδύνατο ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγώνων ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ Χριστόν. Πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται, καὶ τὸν στέφανον ὑμῶν ἁρπάσαι. Εἶτα, ἵνα μὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἔμεινεν ἕως τῆς ἀποφάσεως, ἀλλ᾽ ἐπήγαγεν· Εἴ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητε, φησὶν, ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυτοὺς, οὐκ εἰκῆ. Ποῦ νῦν εἰσιν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες; Ἰδοὺ γὰρ οὗτοι καὶ Πνεῦμα ἔλαβον, καὶ σημεῖα εἰργάσαντο, καὶ ὁμολογηταὶ ἐγένοντο, μυρίους διὰ τὸν Χριστὸν ὑπομείναντες κινδύνους καὶ διωγμοὺς, καὶ μετὰ τοσαῦτα κατορθώματα τῆς χάριτος ἐξέπεσον. Ἀλλ᾽ ὅμως, φησὶν, ἐὰν βούλησθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Τοσαύτης, φησὶν, ἠξιώθητε δωρεᾶς, καὶ θαύματα ἐπετελέσατε τοσαῦτα, ὅτι νόμον ἐφυλάξατε, ἢ ὅτι πίστιν ἐτηρήσατε;