Ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι. Ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, φησὶ, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Καλῶς εἶπεν, Ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο, καθὼς διὰ πολλῶν καὶ αὐτὸς ἔδειξε πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γενομένας. Καὶ πόθεν δῆλον, ὅτι γεγόναμεν υἱοὶ, φησίν; Εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὐ γὰρ ἂν ἠδυνήθημεν καλέσαι Πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν. Εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης ἀφιέναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τοὐπίσω; Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενός φησιν, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακὴ, καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν νῦν.