Εἰ γὰρ ἐπὶ φίλων τοῦτο γινόμενον, ἔγκλημα, καὶ ὁ τοὺς προτέρους καὶ χρησίμους τῶν ἐπιτηδείων ἀφεὶς καταγνώσεως ἄξιος, ὁ Θεοῦ καλοῦντος ἀποπηδῶν, ἐννόησον ὅσης ἂν εἴη τιμωρίας ὑπεύθυνος. Ὅταν δὲ εἴπῃ, Θαυμάζω, οὐ μόνον ἐντρέπων αὐτοὺς λέγει, ὅτι μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, εἰς ζυγὸν δουλείας ηὐτομόλησαν· ὁμοῦ δὲ καὶ δεικνὺς, οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην τινὰ καὶ ἐσπουδασμένην. Οὐδὲ γὰρ ἂν, εἰ τῶν τυχόντων ἐνόμιζεν αὐτοὺς εἶναι καὶ εὐεξαπατήτων, ἐθαύμασεν ἂν ἐπὶ τῷ γενομένῳ, ἀλλ᾽ ἐπειδὴ τῶν γνησίων, φησὶ, καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἀνακτήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν. Ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Μετατίθεσθε. Οὐκ εἶπε, μετέθεσθε, ἀλλὰ, Μετατίθεσθε, τουτέστιν, Οὐδέπω πιστεύω, οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου. Τοῦτο οὖν σαφέστερον προειπὼν, λέγει, Ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ. Ἡ μὲν κλῆσίς ἐστι τοῦ Πατρὸς, τῆς δὲ κλήσεως ἡ αἰτία, τοῦ Υἱοῦ· αὐτὸς γάρ ἐστιν ὁ καταλλάξας καὶ δωρεὰν δούς· οὐ γὰρ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐσώθημεν.