Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ δεικνύναι δι᾽ ἐναργῶν ἀποδείξεων, ὅτι μετ᾽ ἀληθείας μετέστη, ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι. Διὰ τοῦτο προεῖπεν· Ἄρτι γὰρ ἀνθρώπους πείθω; Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν μαθητευομένων διόρθωσιν καὶ ὑψηλὸν καὶ μέγα τι φθέγγεσθαι. Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, ἀπὸ τῶν δεσμωτηρίων, ἀπὸ τῶν καθημερινῶν θανάτων, ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυμνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ᾽ ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶν κινδύνων λέγω, ἑτέρωθεν μεθοδεύει τὸν λόγον· ἐπεὶ, ὅτε πρὸς τοὺς ψευδαποστόλους ἀπετείνατο, οὕτω προσάγει τὴν σύγκρισιν, τὴν ἐν τοῖς κινδύνοις ὑπομονὴν εἰς μέσον φέρων καὶ λέγων· Διάκονοι Χριστοῦ εἰσι; (παραφρονῶν λαλῶ·) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· νῦν μέντοι τὴν προτέραν ἀναστροφὴν λέγει, καί φησι· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.