Διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ, καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ, Ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὢ συνέσεως ὑπερβολὴ, καὶ συμφωνίας ἀπόδειξις ἀναντίῤῥητος! δείκνυσι γὰρ καὶ τὰ ἐκείνων αὑτοῦ, καὶ τὰ αὑτοῦ ἐκείνων. Ταῦτα γὰρ ἑκατέροις ἐδόκει, καὶ ἐκείνους Ἰουδαίοις κηρύττειν οὕτω, καὶ τοῦτον τοῖς ἔθνεσι· διὸ καὶ ἐπήγαγεν, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὁρᾷς πῶς περιτομὴν ἐνταῦθα οὐχὶ τὸ πρᾶγμα καλεῖ, ἀλλὰ τοὺς Ἰουδαίους; Ὅταν μὲν γὰρ αὐτὸ τὸ πρᾶγμα λέγῃ καὶ ἀντιδιαστέλλῃ, αὐτὴν τὴν ἀκροβυστίαν τίθησιν, ὡς ὅταν λέγῃ, Περιτομὴ μὲν ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ πάλιν, Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία· ὅταν δὲ Ἰουδαίους οὕτω καλῇ, καὶ μὴ τὸ πρᾶγμα, ἀλλὰ τὸν λαὸν δηλῶσαι βούληται, οὐ τὴν ἀκροβυστίαν, ἀλλὰ τὰ ἔθνη ἀντιτίθησιν. Ἀντιδιαστέλλονται μὲν γὰρ ἔθνεσιν Ἰουδαῖοι, περιτομῇ δὲ ἀκροβυστία· ὡς ὅταν λέγῃ καὶ ἀνωτέρω, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη· καὶ ἐνταῦθα πάλιν, ὅτι Ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, οὐ τὸ πρᾶγμα αὐτό φησιν, ἀλλὰ τὸν τῶν Ἰουδαίων λαὸν οὕτω καλεῖ, ἀντιδιαστέλλων αὐτὸν τοῖς ἔθνεσιν. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.