Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Η μετάβαση στα Ιεροσόλυμα και η συμφωνία με τους κορυφαίους Αποστόλους

Εξήγηση της συνάντησης με τους προκρίτους αποστόλους, η ποιμαντική συγκατάβαση, το ζήτημα της περιτομής και η κατανομή του ιεραποστολικού έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 13

ΟΜΙΛΙΑ Βʹ. Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν. αʹ. Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν Πέτρον εἶναί φησι, καὶ τὸ ἱστορῆσαι ἐκεῖνον· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τὴν τοῦ Πνεύματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσι, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Τί φὴς, ὦ Παῦλε; ὁ παρὰ τὴν ἀρχὴν μὴ ἑλόμενος, ἀναθέσθαι μηδὲ μετὰ ἔτη τρία δεκατεσσάρων παρελθόντων ἐτῶν, τότε ἀνατίθῃ, μή πως εἰς κενὸν τρέχῃς; Καὶ πόσῳ βέλτιον ἦν εὐθέως ἀρξάμενον τοῦτο ποιῆσαι, ἢ μετὰ ἔτη τοσαῦτα; Τί δὲ καὶ ἔτρεχες, εἰ μὴ πεπεισμένος ἦς, ὅτι οὐκ εἰς κενὸν ἔτρεχες; τίς οὕτως ἀνόητος, ὡς ἔτη τοσαῦτα κηρύττειν, οὐκ εἰδὼς ὅτι κηρύττει καλῶς; Καὶ τὸ πολὺ τούτου πάλιν ἀπορώτερον, ὅτι κατὰ ἀποκάλυψίν φησιν ἀνεληλυθέναι. Τοῦτο γὰρ ἀπορώτερον μὲν, ὥσπερ ἔφθην εἰπὼν, τοῦ προτέρου, ἱκανὸν δὲ κἀκείνου τὴν λύσιν ἡμῖν παρασχεῖν. Εἰ μὲν γὰρ ἀφ᾽ ἑαυτοῦ ἀνῆλθε, μάλιστα μὲν οὐδὲ τοῦτο ἂν ἔχοι λόγον· οὐ γὰρ ἦν τῆς μακαρίας ἐκείνης ψυχῆς εἰς τοσαύτην ἄνοιαν ἐμπεσεῖν· αὐτὸς γάρ ἐστιν ὁ λέγων, Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Εἰ τοίνυν οὐκ ἀδήλως, πῶς λέγεις, Μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον;

Ὅθεν δῆλον, ὅτι εἰ καὶ χωρὶς ἀποκαλύψεως ἀνῆλθεν, ἔπαθεν ἂν τὰ τῶν ἀνοήτων· πλὴν ἀλλ᾽ οὐχ ὁμοίως ἄτοπον ἦν τὸ γινόμενον· ὅταν δὲ καὶ ἡ τοῦ Πνεύματος αὐτὸν ἕλκῃ χάρις, τίς τολμήσει τι τοιοῦτον ὑποπτεῦσαι λοιπόν; Διὰ γὰρ τοῦτο προσέθηκε καὶ αὐτὸς τὸ, Κατὰ ἀποκάλυψιν, ἵνα μηδὲ πρὸ τῆς λύσεως τοῦ ζητήματος καταγνῷς αὐτοῦ τινα ἄγνοιαν, εἰδὼς ὅτι οὐκ ἀνθρώπινον ἦν τὸ γενόμενον, ἀλλὰ θεία τις οἰκονομία πολλὰ προορωμένη καὶ τῶν παρόντων καὶ τῶν μελλόντων. Τί ποτ᾽ οὖν ἐστι τὸ αἴτιον τῆς ἀποδημίας ταύτης; Ὥσπερ ὅτε πρότερον ἐξ Ἀντιοχείας εἰς Ἱεροσόλυμα ἀνῆλθεν, οὐ δι᾽ ἑαυτὸν ἀνῆλθεν· αὐτὸς καὶ ᾔδει σαφῶς, ὅτι χρὴ καθαρῶς ἕπεσθαι τοῖς τοῦ Χριστοῦ δόγμασιν· ἀλλὰ τοὺς μαχομένους συνάγειν βουλόμενος· οὕτω καὶ νῦν οὐκ αὐτὸς ἐδεῖτο μαθεῖν, ὅτι οὐκ εἰς κενὸν ἔτρεχεν, ἀλλ᾽ ἵνα οἱ ἐγκαλοῦντες πληροφορηθῶσιν. Ἐπειδὴ μείζονα περὶ Πέτρου καὶ Ἰωάννου δόξαν εἶχον, καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τοῦτον μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο, καὶ εἰς κενὸν τρέχειν· Ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάμην αὐτοῖς τὸ Εὐαγγέλιον, οὐχ ἵνα αὐτός τι μάθω, ὃ καὶ προϊὼν σαφέστερον λέγει, ἀλλ᾽ ἵνα διδάξω τοὺς ταῦτα ὑποπτεύοντας, ὅτι οὐκ εἰς κενὸν τρέχω. Τὸ γὰρ Πνεῦμα τὴν τοιαύτην προορώμενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν καὶ κοινώσασθαι.

Διὰ τοῦτό φησι, Κατὰ ἀποκάλυψιν ἀνέβην, καὶ Βαρνάβαν καὶ Τίτον ἔλαβε μάρτυρας ἐσομένους τοῦ κηρύγματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύττω ἐν τοῖς ἔθνεσιν, τουτέστι, τὸ χωρὶς περιτομῆς· κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσι. Τί βούλεται, Κατ᾽ ἰδίαν; καίτοι γε ὁ δόγματα κοινὰ διορθοῦν σπουδάζων, οὐ κατ᾽ ἰδίαν, ἀλλὰ κοινῇ ταῦτα προτίθησιν. Ἀλλ᾽ οὐχ ὁ Παῦλος οὕτως· οὐ γὰρ μαθεῖν τι καὶ διορθῶσαι ἐβούλετο, ἀλλὰ τῶν βουλομένων ἀπατᾷν τὴν πρόφασιν ἀνελεῖν. Ἀλλὰ ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύμοις πάντες ἐσκανδαλίζοντο, εἴ τις παραβαίη τὸν νόμον, εἴ τις κωλύοι χρήσασθαι τῇ περιτομῇ· διὸ καὶ ἔλεγε, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων; καὶ οὗτοι πάντες εἰσὶ κατηχημένοι περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παῤῥησίᾳ μὲν παρελθεῖν καὶ τὸ κήρυγμα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου, ἵνα οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἔδοξεν ἐναντίον εἶναι, ἀλλὰ βεβαιοῦσι τὸ κήρυγμα τὸ τοιοῦτον. Ὅταν δὲ λέγῃ, Τοῖς δοκοῦσιν, οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς μεγάλους τοῦτο λέγει· ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησι, Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν· ὅπερ ἐστὶ μετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν. Οὕτω καὶ ἐνταῦθα.

Τοῖς δοκοῦσι, φησὶ, μετὰ τῆς ἑαυτοῦ καὶ τὴν κοινὴν ἁπάντων λέγων ψῆφον. Ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι. Τί ἐστιν, Ἕλλην ὤν; Ἐξ Ἑλλήνων ἦν, φησὶ, καὶ ἀκρόβυστος.

Οὐ μόνον γὰρ ἐγὼ οὕτως ἐκήρυττον, ἀλλὰ καὶ Τίτος οὕτως ἔπραττε, καὶ ἀκρόβυστον ὄντα οὐκ ἠνάγκασαν περιτμηθῆναι οἱ ἀπόστολοι. Ὅπερ ἀπόδειξις ἦν μεγίστη τοῦ μὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγομένων, ἢ πραττομένων. Καὶ τὸ πολλῷ τούτου μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων, καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ ἀπόστολοι τοῦτο κελεῦσαι· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε, Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους.

Τίνες εἰσὶν οὗτοι οἱ ψευδάδελφοι; καὶ γὰρ οὐ μικρὸν ἐνταῦθα ζήτημα. Εἰ γὰρ οἱ ἀπόστολοι συνεχώρουν ἐνταῦθα περιτέμνεσθαι, διὰ τί νῦν ψευδαδέλφους καλεῖς τοὺς κατὰ τὴν τῶν ἀποστόλων γνώμην καὶ αὐτοὺς κελεύοντας τοῦτο ποιεῖν; Ὅτι πρῶτον μὲν οὐκ ἔστι ταὐτὸν, κελεύειν γίνεσθαι, καὶ γινόμενον συγχωρεῖν. Ὁ μὲν γὰρ προστάττων, μετὰ σπουδῆς, ὡς ἀναγκαῖον καὶ προηγούμενον, ποιεῖ· ὁ δὲ αὐτὸς μὲν μὴ κελεύων, τὸν δὲ βουλόμενον μὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ᾽ οἰκονομίαν τινὰ πληρῶν. Οἷόν τι λέγω· Κορινθίοις ἔγραφεν ὁ Παῦλος, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι γυναιξὶ καὶ ἀνδράσι διακελευόμενος.

βʹ. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι νομοθετῶν αὐτοῖς τοῦτο ἔλεγεν, ἐπήγαγε· Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν. Οὐ γὰρ τῆς αὐθεντίας κρίσις ἦν προηγουμένη, ἀλλὰ τῆς ἐκείνων ἀκρασίας συγγνώμη. Διό φησι· Διὰ τὴν ἀκρασίαν ὑμῶν. Εἰ γὰρ τὴν Παύλου γνώμην θέλεις μαθεῖν, ἄκουσον τί φησι· Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Οὕτω καὶ ἐνταῦθα, οἱ μὲν ἀπόστολοι οὐχ ὡς νόμον ἐκδικοῦντες, συνεχώρουν, ἀλλὰ τῇ ἀσθενείᾳ τῇ Ἰουδαϊκῇ συγκαταβαίνοντες. Εἰ γὰρ νόμον ἐξεδίκουν, οὐκ ἂν Ἰουδαίοις μὲν οὕτως, ἔθνεσι δὲ ἑτέρως ἐκήρυξαν. Καὶ γὰρ εἰ ὑπὸ τῶν ἀπίστων τὸ πρᾶγμα γενέσθαι ἀναγκαῖον ἦν, καὶ ὑπὸ πάντων εὔδηλον ὅτι τῶν πιστῶν. Εἰ δὲ τοῖς ἔθνεσιν ἐνομοθέτουν μὴ παρενοχλεῖν τούτων ἕνεκεν, ἔδειξαν ὅτι καὶ Ἰουδαίοις συγκαταβαίνοντες ἐπέτρεπον.

Οἱ δὲ ψευδάδελφοι οὐχ οὕτως, ἀλλ᾽ ὥστε τῆς χάριτος αὐτοὺς ἐκβαλεῖν, καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν. Πρώτη μὲν οὖν αὕτη ἡ διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα. Δευτέρα δὲ, ὅτι οἱ μὲν ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει, οἱ δὲ ψευδάδελφοι πανταχοῦ· καὶ γὰρ Γαλατῶν ἥψαντο πάντων. Ὅθεν δῆλον ὅτι οὐχὶ οἰκοδομῆς ἕνεκεν τὸ πρᾶγμα ἐγίνετο, ἀλλὰ καταστροφῆς ὁλοκλήρου.

Καὶ ἑτέρως μὲν παρὰ τῶν ἀποστόλων συνεχωρεῖτο, ἑτέρως δὲ παρὰ τῶν ψευδαδέλφων ἐσπουδάζετο. Οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς πῶς καὶ τῇ τῶν κατασκόπων προσηγορίᾳ ἐδήλωσε τὸν πόλεμον ἐκείνων; Οἱ γὰρ κατάσκοποι δι᾽ οὐδὲν εἰσέρχονται, ἀλλ᾽ ἵνα καταμαθόντες τὰ τῶν ἐναντίων, πρὸς τὸ πορθῆσαι καὶ καθελεῖν πολλὴν ἑαυτοῖς παρασκευάσωσι τὴν εὐκολίαν· καθάπερ καὶ οὗτοι τότε ἐποίουν, ὑπὸ τὴν δουλείαν αὐτοὺς τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐχ ἡ αὐτὴ προαίρεσις τῶν ἀποστόλων καὶ τούτων, ἀλλὰ καὶ σφόδρα ἐναντία. Ἐκεῖνοι μὲν γὰρ συνεχώρουν, ἵνα κατὰ μικρὸν ἐξαγάγωσι τῆς δουλείας· οὗτοι δὲ κατεσκεύαζον, ἵνα μειζόνως ὑποβάλωσι τῇ δουλείᾳ. Διὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς, καὶ περιεργαζόμενοι τίνες ἀκρόβυστοι· καθὼς καὶ Παῦλος τοῦτο δηλῶν ἔλεγε, Παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν· οὐ τῷ τῶν κατασκόπων ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνδεικνύμενος. Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ. Ὅρα λέξεως εὐγένειαν καὶ ἔμφασιν.

Οὐ γὰρ εἶπε, Τῷ λόγῳ, ἀλλὰ, Τῇ ὑποταγῇ. Οὐ γὰρ ἵνα τι διδάξωσι χρήσιμον, ταῦτα ἐποίουν, ἀλλ᾽ ἵνα ὑποτάξωσι καὶ δουλώσωνται. Διὰ τοῦτο τοῖς μὲν ἀποστόλοις εἴξαμεν, τούτοις δὲ οὐκέτι. Ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. Ἵν᾽ ὅπερ ἔφθημεν, φησὶν, εἰπόντες, τοῦτο διὰ τῶν ἔργων βεβαιώσωμεν, ὅτι Τὰ ἀρχαῖα παρῆλθε, καὶ γέγονε καινὰ τὰ πάντα, καὶ ὅτι, Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ ὅτι Τοὺς περιτεμνομένους Χριστὸς οὐδὲν ὠφελήσει. Ταύτην τὴν ἀλήθειαν βεβαιοῦντες, οὐδὲ πρὸς ὥραν εἴξαμεν. Εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν ἀποστόλων, καὶ εἰκὸς ἦν τινας λέγειν· Πῶς οὖν ταῦτα ἐκεῖνοι προστάττουσιν; ὅρα πῶς λύει σοφῶς τὴν ἀντίθεσιν. Οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν, οἷον ὅτι συγκαταβάσεως ἕνεκεν καὶ οἰκονομίας τοῦτο ἐποίουν οἱ ἀπόστολοι· ἢ γὰρ ἂν ἐβλάβησαν οἱ ἀκούοντες. Δεῖ γὰρ τῆς οἰκονομίας ἀγνοεῖν τὴν αἰτίαν τοὺς μέλλοντάς τι καρποῦσθαι παρ᾽ αὐτῆς χρήσιμον· εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται. Διὰ τοῦτο τὸν μὲν ἐργαζόμενον αὐτὴν, εἰδέναι χρὴ τὴν αἰτίαν τῶν γινομένων· τοὺς δὲ μέλλοντάς τι κερδαίνειν παρ᾽ αὐτῆς, ἀγνοεῖν. Καὶ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, ἐπ᾽ αὐτῆς τῆς ταύτης ὑποθέσεως χρήσομαι τῷ ὑποδείγματι.

Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος ὁ περιτομὴν ἀναιρῶν, μέλλων ποτὲ τὸν Τιμόθεον Ἰουδαίοις πέμπειν διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν. Ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσῆλθε μετὰ τῆς περιτομῆς, ἵνα καταλύσῃ τὴν περιτομήν. Ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν.

Εἰ γὰρ ἔγνωσαν, ὅτι διὰ τοῦτο περιέτεμεν, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ᾽ ἂν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἂν διεῤῥύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε. Νομίζοντες γὰρ αὐτὸν ὡς νομοφύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσηνῶς καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν. Δεξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν. Μαθόντες γὰρ ἂν αὐτὸν ἀπεστράφησαν, ἀποστραφέντες δὲ οὐκ ἂν ἤκουσαν, μὴ ἀκούσαντες δὲ ἔμειναν ἂν ἐπὶ τῆς πλάνης τῆς προτέρας· ὅπερ ἵνα μὴ γένηται, οὐκ ἐξεκάλυψε τὴν αἰτίαν. Διὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ᾽ ἑτέρως μεθοδεύει τὸν λόγον, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει.

Ἐνταῦθα οὐ μόνον οὐκ ἀπολογεῖται ὑπὲρ τῶν ἀποστόλων, ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ἁγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν. Οὐ γὰρ, ἐπειδὴ μεγάλοι εἰσὶ καὶ ἔξαρχοι, ὁ Θεὸς πρόσωπον αὐτῶν λήψεται. Ἀλλ᾽ οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· οὐ γὰρ εἶπεν, Εἰ δὲ ἐκεῖνοι θολοῦσι τὸ κήρυγμα, καὶ παρὰ τὰ προστεταγμένα κηρύττουσι, δώσουσι τὴν ἐσχάτην δίκην, καὶ τιμωρίαν ὑποστήσονται· τούτων μὲν οὐδὲν εἶπε, σεμνοτέρως δὲ αὐτῶν δοκεῖ καθάπτεσθαι, οὕτω λέγων· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν. Καὶ οὐκ εἶπεν, Ὁποῖοί ποτέ εἰσιν, ἀλλ᾽ Ἦσαν, δεικνὺς ὅτι καὶ αὐτοὶ λοιπὸν ἦσαν παυσάμενοι τοῦ οὕτω κηρύσσειν, ἅτε τοῦ κηρύγματος πανταχοῦ διαλάμψαντος.

Τὸ δὲ, Ὁποῖοί ποτε ἦσαν, Εἰ οὕτω, φησὶν, ἐκήρυττον αὐτοὶ, τὸν λόγον δώσουσιν. Οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ μέλλουσιν ἀπολογεῖσθαι. γʹ. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμφιβάλλων, οὐδ᾽ ὡς ἀγνοῶν τὰ ἐκείνων, ἀλλ᾽, ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέρειν νομίζων μεθοδεῦσαι τὸν λόγον. Εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντίαν ἔχων τάξιν κατηγορεῖν αὐτῶν, καὶ ἀπὸ τούτου κατασκευάσῃ μάχης ὑπόνοιαν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν, εἰπὼν, ὅτι Ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο. Τί δὲ τοῦτό ἐστιν;

Ἃ μὲν ὑμεῖς λέγετε, φησὶν, οὐκ οἶδα· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἐμοὶ οὐκ ἠναντιώθησαν, ἀλλὰ καὶ συνέπνευσαν καὶ συνεφώνησαν· τὸ γὰρ, Δεξιὰς ἔδωκαν, τοῦτό ἐστι δηλοῦντος. Ἀλλὰ τέως οὐ λέγει τοῦτο, ἀλλ᾽ ὅτι οὐκ ἐδίδαξαν, οὐ διώρθωσαν, οὐ πλέον τι προσέθηκαν ὧν ᾔδειν. Ἐμοὶ γὰρ οἱ δοκοῦντες, φησὶν, οὐδὲν προσανέθεντο. Τουτέστι. Μαθόντες τὰ ἐμὰ, οὐδὲν προσέθηκαν, οὐδὲν διώρθωσαν, καὶ ταῦτα εἰδότες, ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατ᾽ ἀποκάλυψιν Πνεύματος παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι, καὶ Τίτον ἀκρόβυστον εἶχον μεθ᾽ ἑαυτοῦ, οὔτε ἐμοί τι πλέον εἶπον ὧν ᾔδειν, οὔτε ἐκεῖνον περιέτεμον. Ἀλλὰ τοὐναντίον. Τί ἐστι, Τοὐναντίον; Τινὲς μέν φασι τοῦτο αὐτὸν λέγειν, ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ᾽ αὐτοῦ· ἐγὼ δὲ οὐκ ἂν εἴποιμι τοῦτο.

Τί γὰρ ἔμελλον παρ᾽ αὐτοῦ μανθάνειν πλέον; καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν. Οὐ τοίνυν τοῦτο βούλεται εἰπεῖν Τοὐναντίον λέγων, ἀλλ᾽ ὅτι οὐ μόνον οὐκ ἐπετίμησαν, ἀλλὰ καὶ τοσοῦτον ἀπέσχον τοῦ μέμψασθαι, ὅτι καὶ ἐπῄνεσαν· τὸ γὰρ ἐναντίον τοῦ μέμψασθαι τὸ ἐπαινέσαι. Εἶτα ἐπειδὴ εἰκὸς ἦν ἀντειπεῖν τινας, Εἰ ἐπῄνεσαν, πῶς οὖν τὴν περιτομὴν οὐκ ἀνεῖλον; εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν· εἰπεῖν μὲν ὅτι ἀνεῖλον, λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς συγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην οὖσαν ἑώρα. Εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν, φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον περιτομὴν, ἑαυτοῖς ἐμάχοντο. Τίς οὖν ἡ τούτου λύσις; Ἦν εἰπεῖν, ὅτι συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν. Διὰ τοῦτο μὲν οὐ λέγει, ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον εἰπών· Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, οὐδέν μοι διαφέρει· ὡς ἂν εἰ ἔλεγεν, Οὐ κατηγορῶ, οὐδὲ διαβάλλω τοὺς ἁγίους ἐκείνους· ἴσασιν αὐτοὶ τί ἔπραττον· καὶ γὰρ τῷ Θεῷ μέλλουσιν ἀποδιδόναι λόγον· τὸ δὲ σπουδαζόμενον ἐμοὶ δεῖξαι, ὅτι τὰ ἐμὰ οὐ καθεῖλον, οὐδὲ διώρθωσαν, οὐδὲ προσέθηκαν ὡς ἐνδεῶς ἔχουσιν αὐτοῖς, ἀλλὰ καὶ ἐπῄνεσαν καὶ συνῄνεσαν· καὶ τούτων μάρτυρας ἔχω καὶ Τίτον καὶ Βαρνάβαν.

Διόπερ ἐπάγει λέγων· Ἰδόντες ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς· περιτομὴν καὶ ἀκροβυστίαν οὐ τὰ πράγματα λέγων αὐτὰ, ἀλλὰ τὰ ἀπὸ τούτων γνωριζόμενα ἔθνη. Ἐπήγαγε γοῦν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη.

Ὥσπερ οὖν τὴν ἀκροβυστίαν τὰ ἔθνη καλεῖ, οὕτω καὶ περιτομὴν Ἰουδαίους. Καὶ δείκνυσιν αὐτοῖς ὁμότιμον ὄντα λοιπὸν, καὶ οὐ τοῖς ἄλλοις ἑαυτὸν, ἀλλὰ τῷ κορυφαίῳ συγκρίνει, δεικνὺς ὅτι τῆς αὐτῆς ἕκαστος ἀπέλαυσεν ἀξίας. Ἐπειδὴ γὰρ τὴν περὶ τῆς ὁμονοίας αὐτῶν κατεσκεύασεν ἀπόδειξιν, θαῤῥῶν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται, καὶ οὐκέτι ἵσταται μέχρι τῶν ἀποστόλων μόνων, ἀλλ᾽ ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ᾽ ἐκείνου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων τοὺς ἀποστόλους καλεῖ, καί φησιν· ὅτι Γνόντες τὴν χάριν τοῦ Κυρίου τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Καὶ οὐκ εἶπεν, ὅτι ἀκούσαντες, ἀλλὰ, Γνόντες, τουτέστι, καταμαθόντες δι᾽ αὐτῶν τῶν πραγμάτων, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶδες πῶς κατὰ μικρὸν ἔδειξε καὶ τῷ Χριστῷ τοῦτο δοκοῦν, καὶ τοῖς ἀποστόλοις; Οὐδὲ γὰρ ἂν ἐδόθη, οὐδὲ ἐνήργησεν ἡ χάρις, εἰ μὴ δοκοῦν αὐτῷ τὸ τοιοῦτον κήρυγμα ἦν. Καὶ ὅπου μὲν συγκρῖναι ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ᾽ ἐγκωμίου, Κηφᾶς, λέγων, καὶ Ἰάκωβος, καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι.

Καὶ πάλιν οὐ τὸ εἶναι ἀναιρῶν, τοὺς δοκοῦντάς φησιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων, ὅτι Οἱ μεγάλοι καὶ ἐξαίρετοι, καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μάρτυρές εἰσι τῶν λεγομένων, ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ μὲν τῶν πραγμάτων ταῦτα ἔμαθον, καὶ δι᾽ αὐτῆς τῆς πείρας ἐπιστώθησαν.

Διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ, καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ, Ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὢ συνέσεως ὑπερβολὴ, καὶ συμφωνίας ἀπόδειξις ἀναντίῤῥητος! δείκνυσι γὰρ καὶ τὰ ἐκείνων αὑτοῦ, καὶ τὰ αὑτοῦ ἐκείνων. Ταῦτα γὰρ ἑκατέροις ἐδόκει, καὶ ἐκείνους Ἰουδαίοις κηρύττειν οὕτω, καὶ τοῦτον τοῖς ἔθνεσι· διὸ καὶ ἐπήγαγεν, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ὁρᾷς πῶς περιτομὴν ἐνταῦθα οὐχὶ τὸ πρᾶγμα καλεῖ, ἀλλὰ τοὺς Ἰουδαίους; Ὅταν μὲν γὰρ αὐτὸ τὸ πρᾶγμα λέγῃ καὶ ἀντιδιαστέλλῃ, αὐτὴν τὴν ἀκροβυστίαν τίθησιν, ὡς ὅταν λέγῃ, Περιτομὴ μὲν ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ πάλιν, Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία· ὅταν δὲ Ἰουδαίους οὕτω καλῇ, καὶ μὴ τὸ πρᾶγμα, ἀλλὰ τὸν λαὸν δηλῶσαι βούληται, οὐ τὴν ἀκροβυστίαν, ἀλλὰ τὰ ἔθνη ἀντιτίθησιν. Ἀντιδιαστέλλονται μὲν γὰρ ἔθνεσιν Ἰουδαῖοι, περιτομῇ δὲ ἀκροβυστία· ὡς ὅταν λέγῃ καὶ ἀνωτέρω, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη· καὶ ἐνταῦθα πάλιν, ὅτι Ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, οὐ τὸ πρᾶγμα αὐτό φησιν, ἀλλὰ τὸν τῶν Ἰουδαίων λαὸν οὕτω καλεῖ, ἀντιδιαστέλλων αὐτὸν τοῖς ἔθνεσιν. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

δʹ. Τί ποτε τοῦτό ἐστιν ὅ φησιν; Ἐν μὲν τῷ κηρύγματι, φησὶ, δειλόμεθα τὴν οἰκουμένην, κἀγὼ μὲν τοὺς ἐξ ἐθνῶν, ἐκεῖνοι δὲ τοὺς Ἰουδαίους ἔλαβον κατὰ τὸ τῷ Θεῷ δοκοῦν· εἰς δὲ τὴν τῶν πτωχῶν ἐπιμέλειαν τῶν παρὰ Ἰουδαίοις, ἐγὼ τὰ παρ᾽ ἐμαυτοῦ συνεισήνεγκα ἐκείνοις. Εἰ δὲ πόλεμος ἦν καὶ μάχη, οὐκ ἂν τοῦτο κατεδέξαντο ἐκεῖνοι. Τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί; Πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα, καὶ πανταχόθεν ἠλαύνοντο. Καὶ τοῦτο δηλοῖ μὲν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, λέγων· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε· δηλοῖ δὲ Θεσσαλονικεῦσι γράφων, καὶ ἀνακηρύττων τὴν ἀνδρείαν ἐκείνων· Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Καὶ διὰ πάντων δείκνυσιν, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες, ὑπὸ τῶν μενόντων Ἑλλήνων ἐπολεμοῦντο, ὡς οἱ ἀπὸ Ἰουδαίων πιστεύσαντες, ὑπὸ τῶν ὁμοφύλων ἠλαύνοντο· τραχύτερον γὰρ τοῦτο πάντων τὸ ἔθνος. Διὰ ταῦτα πολλὴν ποιοῦνται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας, καὶ Ῥωμαίοις ἐπιστέλλων καὶ Κορινθίοις.

Καὶ οὐ μόνον συνάγει χρήματα, ἀλλὰ καὶ αὐτὸς αὐτὰ διακομίζει, καὶ λέγει· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. Καὶ γὰρ ἀναγκαίας ἠπόρουν τροφῆς. Τοῦτο οὖν καὶ ἐνταῦθα δηλῶν ἔλεγεν, ὅτι Ἐν τούτῳ μοι βοηθεῖν αὐτοῖς ἔδοξε, καὶ κατεδεξάμην, καὶ οὐκ ἐνέλιπον. Καὶ διὰ τούτων δείξας τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον αὐτῷ γινομένης ἐν Ἀντιοχείᾳ διαλέξεως μνησθῆναι, καί φησιν· Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς.