Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ο κατά Πνεύμα βίος, τα έργα της σαρκός και ο καρπός του Πνεύματος

Η μετάβαση στο πρακτικό μέρος της επιστολής, η υπέρβαση των παθών, η αξία του σώματος και η συνεργία της ψυχής με τη θεία χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 13

Ποῦ τοίνυν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες; Ἐκεῖνοι μὲν γάρ φασι τὸ σῶμα ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ τῶν ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν· ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκόπτουσι τὸ μέλος. Οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι ἐχρῆν· διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν κάτεισιν ἡ ἐπιθυμία. Ἀλλὰ οὔτε ὀφθαλμὸς οὔτε τι ἄλλο μέλος αἴτιον, ἀλλ᾽ ἡ πονηρὰ προαίρεσις μόνον. Εἰ δὲ οὐκ ἀνέχῃ, διὰ τί μὴ καὶ γλῶτταν διὰ τὴν βλασφημίαν, καὶ χεῖρας διὰ τὴν ἁρπαγὴν, καὶ πόδας διὰ τοὺς ἐπὶ πονηρίαν δρόμους, καὶ πᾶν, ὡς εἰπεῖν, τὸ σῶμα κατακόπτεις;

Καὶ γὰρ ἀκοὴ καταυλουμένη πολλάκις κατεμάλαξε τὴν ψυχὴν, καὶ ῥῖνες ὀσμὴν ἡδεῖαν δεξάμεναι κατεγοήτευσαν τὴν διάνοιαν, καὶ πρὸς ἡδονὴν ἐξεβάκχευσαν. Οὐκοῦν πάντα περικόψωμεν, καὶ ὦτα καὶ χεῖρας καὶ ῥῖνας. Ἀλλ᾽ ἐσχάτης ταῦτα παρανομίας, καὶ σατανικῆς παραπληξίας. Δέον γὰρ διορθῶσαι μόνον τὴν ἄτακτον τῆς ψυχῆς ὁρμὴν, ὡς τοῦ τεχνίτου διαμαρτάνοντος, τὸ ὄργανον συντρίβειν ἀνέπεισεν ὁ πονηρὸς δαίμων καὶ φόνοις χαίρων διηνεκῶς.

Πῶς οὖν τοῦ σώματος πιαινομένου, φησὶν, ἐκκαίεται ἐπιθυμία; Ἰδοὺ πάλιν τὸ ἁμάρτημα τῆς ψυχῆς· τὸ γὰρ πιαίνειν τὴν σάρκα, οὐ τῆς σαρκός ἐστιν, ἀλλὰ τῆς ψυχῆς. Εἰ γὰρ βούλοιτο κατατήκειν, αὐτὴ τὴν ἐξουσίαν ἅπασαν ἔχει. Σὺ δὲ παραπλήσιον ποιεῖς, ὥσπερ ἂν εἴ τις ὁρῶν τινα πῦρ καίοντα, καὶ ἐπιτιθέντα ξύλα, καὶ οἰκίαν ἐμπιπρῶντα, ἀφεὶς τὸν ἅψαντα τὴν πυρὰν, ἐγκαλέσειε τῇ πυρᾷ, ὅτι πολλῶν ἐπιλαβομένη ξύλων εἰς ὕψος ἤρθη· ἀλλ᾽ οὐκ ἔστι τὸ ἔγκλημα τοῦ πυρὸς, ἀλλὰ τοῦ ἅψαντος τὸ πῦρ.

Τοῦτο γὰρ πρὸς τροφὴν, πρὸς φωτισμὸν, πρὸς ἄλλας τοιαύτας ἐδόθη διακονίας, οὐχ ἵνα καίῃ τὰς οἰκίας· ὥσπερ οὖν καὶ ἡ ἐπιθυμία εἰς παιδοποιίαν καὶ βίου σύστασιν, οὐ πρὸς μοιχείαν καὶ πορνείαν καὶ ἀσέλγειαν· ἵνα πατὴρ γένῃ, οὐχ ἵνα μοιχός· ἵνα νομίμως ὁμιλήσῃς γυναικὶ, οὐχ ἵνα παρανόμως διαφθείρῃς· ἵνα καταλίπῃς σπέρμα, οὐχ ἵνα τὸ ἑτέρου λυμήνῃ. Τὸ γὰρ μοιχεύειν οὐ τῆς ἐπιθυμίας ἐστὶ τῆς φυσικῆς, ἀλλὰ τῆς ὕβρεως τῆς παρὰ φύσιν· ἡ γὰρ ἐπιθυμία μίξιν ἐπιζητεῖ μόνον, οὐ τοιάνδε μίξιν.

δʹ. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται νῦν, ἀλλὰ προανακρουόμεθά τινας ἀγῶνας, καὶ προακροβολιζόμεθα πρὸς τοὺς λέγοντας τοῦ Θεοῦ τὴν δημιουργίαν πονηρὰν εἶναι, καὶ τῆς μὲν ψυχῆς τὴν ῥᾳθυμίαν ἐῶντας, κατὰ δὲ τοῦ σώματος μαινομένους, καὶ τὴν σάρκα ἡμῶν διαβάλλοντας, περὶ ὧν καὶ μετὰ ταῦτα ὁ ἀπόστολος Παῦλος διαλέγεται, οὐ τῆς σαρκὸς κατηγορῶν, ἀλλὰ τῶν διαβολικῶν λογισμῶν. Ὑμεῖς δὲ, ἀδελφοὶ, ἐπὶ ἐλευθερίᾳ ἐκλήθητε· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί. Ἐνταῦθα λοιπὸν δοκεῖ μὲν εἰς τὸν ἠθικὸν ἐμβαίνειν λόγον, πάσχει δέ τι καινὸν, καὶ ὅπερ οὐδὲ ἐν μιᾷ τῶν ἄλλων ἔπαθεν Ἐπιστολῶν. Πάσας γὰρ διαλαμβάνων εἰς μέρη δύο, καὶ τὰ μὲν πρῶτα περὶ δογμάτων, τὰ δὲ ἔσχατα περὶ βίου διαλεγόμενος, ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν ἀναμίγνυσι τὸν δογματικόν.

Καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ. Τί δέ ἐστι, Μόνον μὴ τὴν ἐλευθερίαν τῇ σαρκὶ εἰς ἀφορμήν; Ἀπήλλαξεν ἡμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκε τοῦ πράττειν ὅ τι βουλόμεθα, οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ᾽ ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ τὴν χάριν κατάρας ἀπαλλαγήν· ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ᾽ ἵνα ὑπὲρ τὸν νόμον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά. Καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ᾽ ἵνα ὑψηλότεροι γενώμεθα. Καὶ γὰρ ὁ πορνεύων, καὶ ὁ παρθενεύων, ἀμφότεροι τοῦ νόμου τὰ μέτρα ἐξέβησαν, ἀλλ᾽ οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ᾽ ὁ μὲν ἐπὶ τὸ χεῖρον κατενεχθεὶς, ὁ δὲ ἐπὶ τὸ βέλτιον ἐπαρθείς· ὁ μὲν παραβὰς, ὁ δὲ ὑπερβὰς τὸν νόμον. Τοῦτ᾽ οὖν φησιν ὁ Παῦλος, ὅτι Ἔλυσε τὸν ζυγὸν ἀφ᾽ ὑμῶν, οὐχ ἵνα σκιρτήσητε, οὐδ᾽ ἵνα λακτίσητε, ἀλλ᾽ ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. Εἶτα καὶ δείκνυσι τρόπον, δι᾽ οὗ ῥᾳδίως ἂν τὸ τοιοῦτον κατορθωθείη. Τίς οὖν ὁ τρόπος; Διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, φησί.

Πάλιν ἐνταῦθα αἰνίττεται ὅτι φιλονεικία καὶ στάσις καὶ φιλαρχία καὶ ἀπόνοια ταύτης τῆς πλάνης αἴτιαι αὐτοῖς ἐγένοντο· ἡ γὰρ τῶν αἱρέσεων μήτηρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. Εἰπὼν γὰρ, ὅτι Δουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου τοῦτο ἔλαβεν ἀρχὴν τὸ κακόν· διὸ κατάλληλον ἐπεισάγει φάρμακον. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόμενοι διεσχίσθητε, Δουλεύσατε ἀλλήλοις· οὕτω γὰρ συναχθήσεσθε πάλιν. Ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρτημα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι᾽ αὐτῆς κἀκεῖνο μάθωσιν· ὡς ἂν εἴ τις τῷ ἀσελγαίνοντι ὅτι μὲν ἀσελγαίνει μὴ λέγοι, παραινοῖ δὲ συνεχῶς σωφρονεῖν. Ὁ γὰρ ἀγαπῶν, ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ παντὸς δούλου ταπεινότερον. Καθάπερ γὰρ πῦρ ὁμιλῆσαν κηρῷ, μαλάσσει ῥᾳδίως αὐτὸν, οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης πάντα τῦφον καὶ ἀπόνοιαν πυρὸς σφοδρότερον διαλύει. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀγαπᾶτε ἀλλήλους, ἁπλῶς, ἀλλὰ, Δουλεύετε, τὴν ἐπιτεταμένην δηλῶν φιλίαν. Ἐπειδὴ γὰρ τοῦ νόμου τὸν ζυγὸν ἀνεῖλεν, ἵνα μὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τὸν τῆς ἀγάπης, ἰσχυρότερον μὲν ἐκείνου, κουφότερον δὲ καὶ ἡδίω πολλῷ.

Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωμα, φησίν· Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόμον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, μὴ περιτέμνου· οὐ γὰρ ἐν τῇ περιτομῇ, ἀλλ᾽ ἐν τῇ ἀγάπῃ πληροῦται. Ὅρα τῆς ὀδύνης πῶς οὐκ ἐπιλανθάνεται τῆς ἑαυτοῦ, ἀλλὰ τὸ πονοῦν κινεῖ συνεχῶς, καὶ εἰς τὸν ἠθικὸν ἐξελθὼν λόγον. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἀποφαίνεται, ἵνα μὴ βαρήσῃ, ἀλλ᾽ οἶδε μὲν αὐτὸ γινόμενον, λέγει δὲ αὐτὸ μετὰ ἀμφιβολίας. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ ἀλλήλους δάκνετε· καὶ τὸ ἑξῆς ὁμοίως· οὐδὲ γὰρ ἐκεῖ πάλιν ἀπεφήνατο, ὅτι Ὑπ᾽ ἀλλήλων ἀναλώθητε· ὅπερ ἐστὶ φοβοῦντος καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος. Καὶ ταῖς λέξεσι δὲ ἐμφαντικῶς ἐχρήσατο. Οὐ γὰρ εἶπε, Δάκνετε, μόνον, ὅπερ ἐστὶ θυμουμένου, ἀλλὰ, Καὶ κατεσθίετε, ὅπερ ἐστὶν ἐμμένοντος τῇ πονηρίᾳ. Ὁ μὲν γὰρ δάκνων, ὀργῆς ἐπλήρωσε πάθος· ὁ δὲ κατεσθίων θηριωδίας ἐσχάτης παρέσχεν ἀπόδειξιν. Δήγματα δὲ καὶ βρώσεις οὐ τὰς σωματικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας.

Οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς· ὅσον γὰρ ψυχὴ τιμιωτέρα σώματος, τοσοῦτον χαλεπωτέρα ἡ ταύτης βλάβη. Βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε, φησί. Ἐπειδὴ γὰρ οἱ ἀδικοῦντες καὶ ἐπιβουλεύοντες, ὡς ἄλλους ἀναλίσκοντες, ἐπὶ τοῦτο ἔρχονται, διὰ τοῦτό φησι· Σκοπεῖτε μὴ εἰς ὑμᾶς τὸ πρᾶγμα περιτραπῇ. Ἡ γὰρ διάστασις καὶ ἡ μάχη φθοροποιὸν καὶ ἀναλωτικὸν καὶ τῶν δεχομένων αὐτὴν, καὶ τῶν εἰσαγόντων, καὶ σητὸς μᾶλλον ἅπαντα διατρώγει. Λέγω δὲ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

εʹ. Ἰδοὺ καὶ ἑτέραν δείκνυσιν ὁδὸν εὔκολον ποιοῦσαν τὴν ἀρετὴν, καὶ κατορθοῦσαν τὰ εἰρημένα, ὁδὸν τίκτουσαν ἀγάπην, καὶ σφιγγομένην ὑπὸ τῆς ἀγάπης. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀγαπητικοὺς ποιεῖ, ὡς τὸ πνευματικοὺς εἶναι, καὶ οὐδὲν οὕτω πείθει παραμένειν ἡμῖν τὸ πνεῦμα, ὡς ἡ τῆς ἀγάπης ἰσχύς. Διό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ γὰρ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγείαν χαριζόμενον φάρμακον.

Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναμις τῶν εἰρημένων καλῶν, ἢ τὸ πνεύματι ζῇν; Διό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· σάρκα γὰρ ἐνταῦθα, οὐ τὸ σῶμα καλεῖ· εἰ γὰρ τοῦτό φησι, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον; Ἐπιθυμεῖ γὰρ, φησὶ, κατὰ τοῦ πνεύματος. Καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων· πῶς οὖν ἐπιθυμεῖ; ἡ γὰρ ἐπιθυμία οὐ σαρκὸς, ἀλλὰ ψυχῆς. Καὶ γὰρ ἀλλαχοῦ φησι· Κατεπίθυμός ἐστιν ἡ ψυχή μου· καὶ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ ποιήσω σοι, Καὶ, Μὴ πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν, Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου. Πῶς οὖν Παῦλός φησιν, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος; Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι· Καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; ἀνελεῖν δεῖ τὴν σάρκα;

Αὐτὸς δὲ ὁ ταῦτα λέγων, οὐ σάρκα περιέκειτο; Οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ διαβόλου ταῦτα τὰ διδάγματα· Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἦν ἀπαρχῆς. Τί οὖν φησι; Σάρκα ἐνταῦθα τὸν λογισμὸν καλεῖ τὸν γεώδη, τὸν ῥᾴθυμον καὶ ἠμελημένον. Τοῦτο δὲ οὐ σώματος κατηγορία, ἀλλὰ ῥᾳθύμου ψυχῆς ἔγκλημα· ὄργανον γάρ ἐστιν ἡ σὰρξ, τὸ δὲ ὄργανον οὐδεὶς ἀποστρέφεται καὶ μισεῖ, ἀλλὰ τὸν τὸ ὄργανον κακῶς μεταχειριζόμενον.

Καὶ γὰρ οὐ τὸν σίδηρον, ἀλλὰ τὸν ἀνδροφόνον καὶ μισοῦμεν καὶ κολάζομεν. Ἀλλὰ καὶ αὐτὸ τοῦτο, φησὶ, κατηγορία τοῦ σώματος, τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς τῷ τῆς σαρκὸς ὀνόματι καλεῖσθαι. Ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα, καὶ αὐτὴν δὲ καλήν. Τὸ γὰρ ἔλαττον τοῦ καλοῦ, καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν, οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ᾽ ἐναντίον. Σὺ δὲ, εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σοι καὶ τῆς ψυχῆς κατηγορεῖν· καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνεύματα πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. Τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶμα λέγουσα εἶναι τοῦ Χριστοῦ.

Εἰ δὲ βούλει καὶ κατορθώματα καλεῖν τὰ δι᾽ αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις, καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης, καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ γὰρ ἡ δύναμις τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοουμένη καθορᾶται, πῶς ἂν ἴδοιμεν χωρὶς ὀφθαλμῶν; εἰ δὲ καὶ ἡ πίστις ἐξ ἀκοῆς, πῶς ἀκουσόμεθα χωρὶς ὤτων; Καὶ τὸ κηρῦξαι δὲ καὶ τὸ περιελθεῖν, διὰ γλώττης καὶ ποδῶν.

Πῶς γὰρ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καὶ τὸ γράψαι διὰ χειρῶν. Ὁρᾷς ὅτι μυρίων ἡμῖν ἀγαθῶν ἐστιν αἰτία τῆς σαρκὸς ἡ διακονία; Εἰ δὲ λέγει, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, περὶ δύο φησὶ λογισμῶν· οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα. Εἰ γὰρ ταῦτα ἀντίκειται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, ὡς τὸ σκότος τοῦ φωτός· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ μυρία πάσχει, ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη κωλύει, καὶ τὸ σῶμα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται· πῶς ἂν ἐναντία ταῦτα εἴη καὶ μαχόμενα ἀλλήλοις;

Ἐγὼ γὰρ οὐ μόνον οὐκ ἐναντία, ἀλλὰ καὶ σφόδρα ὁμονοοῦντα, καὶ ἀλλήλων ἀντεχόμενα διὰ τῶν ἔργων ὁρῶ. Οὐ τοίνυν περὶ τούτων φησὶν, ὅτι ἀντίκεινται ἀλλήλοις, ἀλλὰ λογισμῶν πονηρῶν, καὶ ἀγαθῶν μάχην εἰσάγει. Τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς.

Διὰ τοῦτό φησι· ταῦτα δὲ ἀντίκειται, ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς. Καθάπερ γάρ τις παιδαγωγὸς καὶ διδάσκαλος φοβῶν, ταῦτα ἐφθέγξατο. Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

ϛʹ. Ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν καὶ σαφής. Ὁ γὰρ πνεῦμα ἔχων, ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυμίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος. Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν; Τίς γὰρ διαλέγεται περὶ τοῦ καρποῦ τῆς κακίας τῷ τὴν ῥίζαν αὐτὴν ἀνασπάσαντι;

Ῥίζα γὰρ φόνου θυμὸς, καὶ μοιχείας ἡ περίεργος θεωρία τῶν ὄψεων. Διὰ τοῦτό φησιν· Εἰ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου εἰρηκέναι μέγα καὶ θαυμαστόν· εἰ δὲ ἐν τάξει τοῦ πνεύματος ὁ νόμος ἦν κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ πνεύματος ἐπιφοιτήσεως, οὐ μὴν διὰ τοῦτο ἐναπομένειν χρὴ τῷ παιδαγωγῷ. Τότε μὲν εἰκότως ὑπὸ νόμον ἦμεν, ἵνα τῷ δέει κολάζωμεν τὰς ἐπιθυμίας, οὔπω τοῦ πνεύματος φανέντος· νῦν δὲ τῆς χάριτος δεδομένης τῆς οὐ κελευούσης μόνον αὐτῶν ἀπέχεσθαι, ἀλλὰ καὶ μαραινούσης αὐτὰς, καὶ πρὸς μείζονα πολιτείαν ἀναγούσης, τίς χρεία νόμου; Τῷ γὰρ οἴκοθεν κατορθοῦντι τὰ μείζω, ποῦ χρεία παιδαγωγοῦ; οὐδὲ γὰρ γραμματιστοῦ τις δεῖται φιλόσοφος ὤν.

Τί τοίνυν ἑαυτοὺς ἐξευτελίζετε, τῷ πνεύματι πρότερον ἑαυτοὺς ἐκδόντες, καὶ νῦν προσκαθήμενοι τῷ νόμῳ; Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, φαρμακεία, εἰδωλολατρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.

Ἐνταῦθα λοιπὸν ὁ τῆς σαρκός σου κατηγορῶν, εἰπέ μοι, καὶ νομίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεμίας ταῦτα εἰρῆσθαι (ἔστω γὰρ ἡ μοιχεία καὶ ἡ πορνεία τῆς σαρκὸς καθ᾽ ὑμᾶς), αἱ ἔχθραι, καὶ αἱ ἔρεις, καὶ οἱ ζῆλοι, καὶ αἱ ἐρίθειαι, καὶ αἱ αἱρέσεις, καὶ αἱ φαρμακεῖαι (προαιρέσεως γὰρ ταῦτα διεφθαρμένης μόνον, ὥσπερ οὖν καὶ τὰ ἄλλα) πῶς ἂν εἶεν σαρκός; Ὁρᾷς ὅτι οὔ φησι τὴν σάρκα ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμὸν καὶ χαμαὶ συρόμενον;

Διὸ καὶ φοβεῖ λέγων, ὅτι Οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἰ δὲ φύσεως ταῦτα πονηρᾶς, καὶ οὐ προαιρέσεως μοχθηρᾶς, περιττῶς εἶπε, Πράσσουσιν, ἀλλὰ, Πάσχουσι. Τίνος δὲ ἕνεκεν καὶ βασιλείας ἐκπίπτουσιν;

Οὐδὲ γὰρ τῶν ἐν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις. Διὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος. Ὁ δὲ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Οὐκ εἶπε, τὸ ἔργον τοῦ πνεύματος, ἀλλ᾽, Ὁ καρπός. Οὐκοῦν ἡ ψυχὴ περιττή· εἰ γὰρ περὶ σαρκὸς καὶ πνεύματος ὁ λόγος, ποῦ ἡ ψυχή; Ἆρα περὶ ἀψύχων διαλέγεται; Ὅταν γὰρ τὰ μὲν πονηρὰ τῆς σαρκὸς, τὰ δὲ χρήσιμα τοῦ πνεύματος ᾖ, περιττὴ ἡ ψυχή. Οὐδαμῶς· καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης καὶ περὶ αὐτῆς· καὶ ἐν μέσῳ κειμένης κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματικὸν αὐτὸ κατειργάσατο· ἂν δὲ ἀποστῇ μὲν τοῦ πνεύματος, ἐκδῷ δὲ αὑτὴν ταῖς πονηραῖς ἐπιθυμίαις, γεωδεστέραν αὐτὴν κατεσκεύασεν.

Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως μοχθηρᾶς, καὶ οὐ τοιαύτης; Διὰ τί δὲ καρπὸν καλεῖ τοῦ πνεύματος; Ὅτι τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνεται μόνων· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ τῆς ἡμετέρας ἐπιμελείας δεῖται μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Εἶτα μέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν, οὕτω λέγων· Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοεργία, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ᾽ ἑαυτῷ, καὶ διδάσκαλον ἀπηρτισμένην τῆς φιλοσοφίας τὴν ἀγάπην; Ὥσπερ γὰρ οἱ τῶν ἵππων εὐήνιοι καὶ ἀφ᾽ ἑαυτῶν ἅπαντα πράττοντες, οὐκ ἂν δεηθεῖεν μάστιγος· οὕτω καὶ ψυχὴ κατορθοῦσα τὴν ἀρετὴν ἀπὸ πνεύματος, οὐ δεῖται τοῦ νουθετοῦντος νόμου. Πάνυ δὲ καὶ ἐνταῦθα τὸν νόμον θαυμαστικῶς ἐξέβαλεν, οὐχ ὡς φαῦλον, ἀλλ᾽ ὡς ἐλάττονα τῆς δεδομένης παρὰ τοῦ Πνεύματος φιλοσοφίας. Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

Ἵνα γὰρ μὴ λέγωσι· Καὶ τίς ἐστι τοιοῦτος; δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας, σάρκα πάλιν ἐνταῦθα τὰς πονηρὰς πράξεις καλῶν. Οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλον· ἐπεὶ πῶς ἔμελλον ζῇν; Τὸ γὰρ ἐσταυρωμένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλοῖ.

Καὶ γὰρ αἱ ἐπιθυμίαι, κἂν ἐνοχλῶσι, κενὰ λυσσῶσιν· ἐπεὶ οὖν τοσαύτη τοῦ πνεύματος ἡ ἰσχὺς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρκώμεθα· ὃ καὶ αὐτὸς ἐπάγει λέγων· Ζῶμεν οὖν ἐν πνεύματι, καὶ πνεύματι στοιχῶμεν, κατὰ τοὺς ἐκείνου νόμους πολιτευόμενοι. Τοῦτο γάρ ἐστι τὸ, Στοιχῶμεν· τουτέστι, Ἀρκεσθῶμεν τῇ τοῦ πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην. Εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτομὴν διὰ φιλοτιμίαν τοῦτο ποιοῦντας, φησί· Μὴ γενώμεθα κενόδοξοι, ὃ πάντων ἐστὶν αἴτιον τῶν κακῶν, ἀλλήλους προκαλούμενοι, ἀλλήλους φθονοῦντες. Ἀπὸ γὰρ κενοδοξίας ὁ φθόνος, καὶ ἀπὸ φθόνου τὰ μυρία ταῦτα κακά.